Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἤτοι τὸ ἐπ' αὐτῷ μυστήριον. Ἔθος γὰρ ὀμνύναι τῷ Πατρὶ ὡς κατὰ ἰδίας δυνάμεως τοῦ Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ ὀμνύναι καθ' ἑαυτοῦ. Ἐπείπερ οὐχ ἕτερος παρ' αὐτὸν ὁ Υἱὸς, κατά γε, φημὶ, τῆς οὐσίας τὸν λόγον, καὶ τὸ ταυτὸν τῆς θεότητος. Καὶ γοῦν ὁ θεσπέσιος Μωσῆς ὅτε δέδειχεν ἡμῖν ὀμνύντα Θεὸν, παρακεκόμικε λέγοντα καὶ μάλα σαφῶς, ὅτι Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου. ∆εξιὰ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, δι' ἧς τῶν ὅλων κατακρατεῖ, καὶ οἱονεὶ τοῦ παντὸς καταδράσσεται, καὶ θεοπρεπῶς ἐργάζεται καλῶν τὰ οὐκ ὄντα πρὸς γένεσιν, καὶ τοῖς ἤδη γεγονόσι, τὸ εὖ εἶναι διανέμων. Οὐκοῦν ὡς ἐν ὅρκου χρείᾳ βεβαιοῦντος εἰς πίστιν τῆς ἐπαγγελίας τοὺς κληρονόμους, τὸ τοῦ Σωτῆρος ἡμῶν παρελήφθη μυστήριον. Καὶ ἀνετυποῦτο δὴ μᾶλλον ὡς ἐν δαμάλει Χριστὸς, καὶ μὴν καὶ αἰγὶ, καὶ κριῷ, καὶ ὡς ἐν δυοῖν στρουθίοιν, τρυγόνι τε, φημὶ, καὶ περιστερᾷ. Καὶ τίς ἂν ὁ τούτου νοοῖτο λόγος, κατὰ τὸ ἐγχωροῦν ἀφηγήσομαι. ηʹ. Ποτὲ μὲν γὰρ διὰ τὸ ἄγαν εὐσθενὲς καὶ ἀκαταγώνιστον εἰς ἀλκὴν, δῆλον δὲ ὅτι τὴν θεοπρεπῆ, μόσχῳ παρεικάζεται. Ποτὲ δὲ αὖ, διὰ τὸ ἀνθρώπινον, καὶ ἐπεί τοι γέγονεν ὑπὸ νόμον, δάμαλις ὀνομάζεται. Κατόπιν γάρ πως ἀεὶ καὶ ἐν μείοσι τὸ θῆλυ τοῦ ἄῤῥενος ὡς ἡγουμένου καὶ προὔχοντος. Ἁπάσης μὲν γὰρ ἐπέκεινα κτίσεως ὁ Υἱὸς, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὴν τῶν γενητῶν ὑπερφέρει φύσιν τε καὶ δόξαν, ῥίζαν ἔχων τὴν ἀνωτάτην, τὸν τῶν ὅλων Πατέρα φημὶ δὴ καὶ Θεόν. Ἐπειδὴ δὲ πέφυκε καθ' ἡμᾶς, κεχρημάτικεν ὑπὸ νόμον ὡς ἡγούμενον. Τοιγάρτοι καὶ ἔφασκεν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Ἀναθήσομεν δὲ καὶ τοῦτο τοῖς τῆς κενώσεως μέτροις, ὀρθὰ φρονεῖν ᾑρημένοι. ∆ιὰ τοῦτο δάμαλις ὁ Χριστὸς, τὸ τοῦ νόμου πρόσωπον ἀναπληροῦντος Μωσέως, ἤτοι τοῦ κατ' αὐτὸν ὁρισθέντος νόμου. Ἀφομοιοῦται δὲ καὶ αἰγί. ∆ιὰ ποίαν αἰτίαν; Προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς. Χίμαρος δὲ τὸ ὑπὲρ ἁμαρτίας θῦμα κατὰ τὸν νόμον. Παραβάλλεται δὲ καὶ κριῷ, διὰ τὸ τῶν λογικῶν ἡγεῖσθαι ποιμνίων. Εἷς γὰρ ἡμῶν ἐστι καθηγητὴς ὁ Χριστός. Καὶ ἡμεῖς μὲν λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς, τουτέστιν ἡμῖν, καθεὶς ἑαυτὸν εἰς κένωσιν, γράφεται μὲν ἐν κριῷ, νοεῖταί γε μὴν ἡγούμενος. Κριοὶ γὰρ ἀεὶ τῆς ἀγέλης οἱ προὔχοντες. Ὁ αὐτὸς οὖν ἄρα καὶ δάμαλις, διά τοι τὸ ὑπὸ νόμον, καὶ μὴν καὶ ὡς αἲξ, σφάγιον ὑπὲρ ἁμαρτίας. Καὶ προσέτι κριὸς, ὡς ἡγούμενος. Οὗ τοῖς ἴχνεσιν ἕπεσθαι δεῖν ᾑρημένοι, καὶ διασπεύδοντες, Ἐν νομῇ ἀγαθῇ, καὶ ἐν τόπῳ πίονι, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἐσόμεθα, καὶ ἐν αὐλαῖς ἱεραῖς καταλύσομεν. Ἐνοικιεῖ γὰρ ἡμᾶς ταῖς ἄνω μοναῖς, αὐτὸς ὢν καὶ κριὸς καὶ ἀρχιποίμην, καὶ ὡς 69.129 εἷς ἐξ ἡμῶν ὑπὸ νόμον, καὶ ὑπὲρ νόμον, ὡς Θεὸς αὐτὸς ἡ πᾶσα δικαίωσις, εἰ καὶ Ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ τὴν δι' ἡμᾶς ὑπέμεινε σφαγήν. Μορφοῦται δὲ αὖ καὶ ὡς ἐν τρυγόνι καὶ περιστερᾷ. Αὐτὸς γὰρ ἡ μόνη νοητὴ καὶ λαλιστάτη τρυγὼν, τὸ εὔστομον ἀληθῶς στρουθίον, ὁ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ὃς τοῖς εὐαγγελικοῖς κηρύγμασι κατεκήλησε τὴν ὑπ' οὐρανόν· ᾧ καὶ αὐτὴ προσπεφώνηκεν ἡ νύμφη, τουτέστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία· ∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Ὁ αὐτὸς ἡ ἁπλῆ καὶ ἀκάκουργος καὶ δόλον οὐκ ἔχουσα περιστερά. Οὐ γὰρ εὐρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, κατὰ τὸ γεγραμμένον. Τριετίζουσα δὲ ἡ δάμαλις, καὶ μὴν καὶ τὰ ἕτερα τῶν κτηνῶν. Παντέλειος γὰρ ὁ Κύριος. Τῆς τῶν κτηνῶν ἡλικίας τὸ ὡς ἐν Θεότητι τέλειον τοῦ Μονογενοῦς ὑποφαινούσης ἀστείως. Καὶ διαπτύσσεται μὲν τὰ κτήνη· δεδιχοτόμηνται γάρ. Μεμένηκε δὲ τῶν στρουθίων ἀδιχοτόμητος ἡ δυάς. Καὶ τίς ὁ λόγος; Ἧ μὲν γὰρ γέγονε σὰρξ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οἱονεί πως δεδιχοτόμηται, καὶ εἰς θεωρίαν εὐρύνεται τὴν διπλῆν ὁ ἐπ' αὐτῷ λόγος. Ὁτὲ μὲν γὰρ, τὴν ὡς ἐκ Πατρὸς αὐτοῦ θείαν καὶ ἀπόῤῥητον νοοῦμεν γέννησιν· ὁτὲ δὲ αὖ, τὸ τῆς ἐνανθρωπήσεως λαλοῦμεν μυστήριον, τὸ βαθὺ τῆς οἰκονομίας μονονουχὶ