43
εὐορκοῦμεν, ἡμᾶς ἐγκαταλιπεῖν ἂν, ἀλλὰ συμπαρέσεσθαί τε καὶ ὑπὲρ ἡμῶν ἀμυνεῖσθαι.» Τούτων οὕτως ὑπὸ βασιλέως εἰρημένων, ἡ στρατιὰ πάντες ὥσπερ ἀπὸ γλώττης μιᾶς «χάριτας» ἔφησαν «ὁμολογοῦμεν τῷ θεῷ πάντων καὶ βασιλεῖ, ὅτι οὐκ ἀδίκῳ τινὶ καὶ πλεονεκτικῷ τὸν τρόπον ἑπόμεθα δεσπότῃ, ἀλλὰ μᾶλλον καὶ ἃ πάντες ἂν αὐτῷ συμφαῖεν εἶναι δίκαια ὑπὲρ τῆς πρὸς ὁμοφύλους εἰρήνης προϊεμένῳ. δίκαιος δ' ὢν ὁ θεὸς καὶ δικαιοσύνας ἠγαπηκὼς, ᾗ φησιν ὁ προφήτης, οὔτε σὲ πρὸς τὴν ἀδικίαν ἀντικαθιστάμενον, οὔθ' ἡμᾶς ὑπὲρ τοῦ 1.125 δικαίου περιόψεται στρατευομένους. ἡμῶν τοίνυν ἁπάντων ὑπὲρ σοῦ κἂν ἐξῇ πολλάκις ἀποθανεῖν ἑτοίμων ὄντων, μηκέτι μέλλωμεν μηδ' ἀναβαλλώμεθα τὸν καιρὸν, ἀλλ' ἐχώμεθα ἔργου θεῷ θαῤῥοῦντες.» ἐπὶ τούτοις ὁ βασιλεὺς τῆς εὐνοίας ἕνεκα καὶ τῆς προθυμίας τῆς εἰς αὐτὸν τὰ εἰκότα εὐχαριστήσας, τὸν μὲν κοινὸν διέλυσε σύλλογον, ἰδίᾳ δ' ἅμα δομεστίκῳ τῷ μεγάλῳ καὶ πρωτοστράτορι βουλευσάμενοι περὶ τῶν αὐτῶν, ἐπεὶ καὶ αὐτοῖς ἐδόκει καλῶς ἔχειν τὰ εἰρημένα καὶ οὐδενὸς ἐνδεῖν ἔτι, ἐπεψηφίσαντο καὶ αὐτοί. εἰς τὴν ὑστεραίαν δὲ ὁ μὲν πρωτοστράτωρ πρὸς τὴν Ἀδριανοῦ πόλιν ἐχώρει, Ἄνναν τὴν αὐτοῦ θυγατέρα τῷ Ἀσάνῃ Μανουὴλ τῆς τοῦ μεγάλου δομεστίκου γαμετῆς ἀδελφῷ πρὸς γάμον συνάψων. κεʹ. Βασιλεὺς δὲ πρὸς τὴν ἐκστρατείαν παρασκευάζεσθαι παραγγείλας τὴν στρατιὰν, ἡτοιμάζετο καὶ αὐτός. τά τε ἄλλα δὲ εὖ θέμενος καὶ ἐν τῷ ∆ιδυμοτείχῳ τήν τε γαμετὴν αὐτοῦ καὶ τὴν Παλαιολογίναν Θεοδώραν, τὴν αὐτοῦ μὲν θείαν, μητέρα δὲ τοῦ μεγάλου δομεστίκου, ἀντὶ φρουρᾶς ἁπάσης καταλιπὼν, ἦν γὰρ δὴ καὶ πρὸς διοίκησιν ἔμπειρος πολιτικῶν πραγμάτων, καὶ φρονήσεως ἐῤῥωμενεστέρας ἢ κατὰ φύσιν γυναικείαν τυχοῦσα, καὶ πᾶσι τοῖς πόλεων ἄρχουσι καὶ διοικηταῖς τῶν πραγμάτων αὐτῇ πείθεσθαι πᾶν ὅτι ἂν κελεύῃ προστάξας καὶ τῶν περὶ αὐτῶν φροντίδων ἀπολύσας ἑαυτὸν, ἐπεὶ καὶ ἡ στρατιὰ ἡμέραις ὀκτὼ παρεσκεύαστο ὧν ἐδεῖτο, ἄρας ἐκεῖθεν, ἦλθεν ἄχρι Τζουρουλόης. στρατοπεδευσάμενος δ' ἐκεῖ 1.126 ἔμεινεν ἡμέρας τινὰς, τοῦτο μὲν, ὅτι καὶ χειμὼν ἐξαίσιος ἐπεγένετο, ἐπεὶ καὶ χειμῶνος ἦν ὥρα, κατὰ μῆνα γὰρ ἐστρατοπεδεύοντο ∆εκέμβριον, τοῦτο δ', ἵνα καὶ τὸ λεῖπον τῆς στρατιᾶς ἀθροισθῇ· τὸ δ' ἔτι τούτων αἰτιώτερον, ὅτι τῆς κατὰ Θρᾴκην Ἡρακλείας τοῦ νέου βασιλέως πρὸς τὸν πρεσβύτερον ἀποστάσης, ὁ Συργιάννης τὴν Βυζαντίηθεν στρατιὰν παραλαβὼν, ἐνήδρευεν ἐν αὐτῇ. ἔδοξεν οὖν αὐτῆς πρῶτον ἀποπειράσαι. χρόνου δὲ αὐτοῦ τινος τριβομένου, ἔδοξε τοῖς ἐν τέλει πᾶσι καὶ τοῖς ἡγεμόσι τῆς στρατιᾶς συνελθοῦσι, πρεσβείαν ὡς βασιλέα τὸν πρεσβύτερον ἀποστεῖλαι ἐξαιτήσουσαν εἰρήνην· ὃ καὶ τοῦ νέου βασιλέως πυθομένου, ἐπεὶ κατὰ γνώμην αὐτῷ ἦν, πέμπουσί τινα τῶν τῆς στρατιᾶς Καλοχαιρέτην ὠνομασμένον, τὰ γράμματα ἐγχειρίσαντες· ἐπεὶ διὰ γραμμάτων ἦν ἡ πρεσβεία, αὐτὸς δὲ μόνον διακομιστοῦ τάξιν ἐπεῖχεν. ἐδήλου δὲ τὰ γράμματα τοιαῦτα· «Κράτιστε βασιλεῦ, ἡμεῖς ἄνωθεν ἐκ προγόνων ὄντες Ῥωμαῖοι, καὶ τὴν εὐπραγίαν τῶν Ῥωμαίων οἰκείαν νομίζομεν εὐδαιμονίαν, καὶ τὴν κακοπραγίαν ὡσαύτως ἐν ἰδίᾳ τιθέμεθα δυστυχίᾳ. οὗ δὴ ἕνεκα καὶ τοὺς βασιλέας ἡμῶν ὑμᾶς εὐνοεῖν ἀλλήλοις, ἀλλὰ μὴ πολεμίους εἶναι, ποιούμεθα περὶ πλείστου, ὅπερ ἐστὶν ἀληθὲς ἐννοοῦντες, ὡς ὑμῶν μὲν φιλίως πρὸς ἀλλήλους διακειμένων, καὶ τὰ τῆς ἀρχῆς αὐξάνειν, ἢ, τό γε δεύτερον, μὴ ἐλασσοῦσθαι εἰκός· πολεμίων δὲ ἀλλήλοις ὄντων, οὐ μόνον ὑπὸ τῶν προσοίκων βαρβάρων, ἀλλὰ καὶ ὑφ' ὑμῶν αὐτῶν τὴν ὑμετέραν ἡγεμονίαν καταλυθή 1.127 σεσθαι. πρὸ χρόνου μὲν οὖν τινος τῆς διαφορᾶς κινηθείσης, καὶ τοῦ νέου βασιλέως ἐπιστρατεύσαντός σοι, ἅμα τε ἐμνήσθης εἰρήνης, καὶ ὁ σὸς ἔγγονος, ὥσπερ ἂν αὐτὸς ὢν ὁ αἰτῶν, καίτοι δοκῶν ἐν τῷ πολέμῳ πλεονεκτεῖν, προσεδέξατο ἀσμένως, καὶ διελέλυτο εὐθὺς, ὥσπερ ἂν εἰ μηδὲ τὴν ἀρχὴν ὁ πόλεμος συνέστη. ὃ δὴ ἡμῖν τε καὶ τῷ ὑμῶν ὑπηκόῳ παντὶ ἡδονῆς αἴτιον καὶ εὐθυμίας κατέστη, εὐτυχίας τοῖς Ῥωμαίοις ἀρχὴν τὴν ἡμέραν ἐκείνην λογισαμένοις. νυνὶ δὲ ὁρῶντές σε τὸν μᾶλλον ὄντα δίκαιον, εἴ τι καὶ προπετῶς παρὰ