43
μίαν λαβὼν ἀμνάδα τοῦ πένητος εσφαξε καὶ τὸν φίλον εἱστίασεν." καὶ ὁ ∆αβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τετραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέ "καθ' ἑαυτοῦ τὴν ψῆφον" ειπεν "ηνεγκας, βασιλεῦ· σὺ γὰρ ει ὁ εἰργασμένος τουτὶ τὸ ἀνόμημα." καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ οσα πείσεται προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. ὁ δὲ ∆αβίδ "ἡμάρτηκα τῷ κυρίῳ" περιπαθῶς ἀνεβόησε, καὶ ὁ Νάθαν παρα1.108 βιβασθῆναι αὐτῷ παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ἀπεκρίνατο. ἐνόσει μετέπειτα ὁ ἐκ τῆς Βηρσαβεὲ γεννηθείς. καὶ ηλγει σφόδρα ∆αβίδ, ἐφ' ἡμέραν τε ἑβδόμην ἀπόσιτος ην καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δ' ἑβδόμῃ τέθνηκε μὲν ὁ παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασάμενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν. ὡς δ' ἐθαύμαζον ἐπὶ τοῖς γενομένοις οἱ τοῦ βασιλέως θεράποντες, ἐκεῖνος "ετι μὲν ζῶντος τοῦ παιδός" ειπεν, "ἐλπίζων παρακληθήσεσθαι τὸν θεὸν ἐταπείνουν ἑαυτὸν καὶ ἱκέτευον," ηδη δὲ θανόντος εἰς μάτην τὴν λύπην καὶ τὴν περὶ ἐκείνου γίνεσθαι δέησιν. ετι δὲ ετεκε Βηρσαβεὲ τῷ ∆αβὶδ υἱόν, καὶ ἐκάλεσεν αὐτὸν Σολομῶντα. ̓Ιωὰβ δὲ πολιορκῶν τοὺς ̓Αμμανίτας ἐν στενῷ κομιδῇ τὴν αλωσιν ειχε τῆς πόλεως, καὶ δηλοῖ τοῦτο τῷ βασιλεῖ. ὁ δὲ ἀπῆλθεν ἐκεῖ καὶ τὴν πόλιν παρέλαβε καὶ εἰς διαρπαγὴν τῇ στρατιᾷ ἀφῆκεν αὐτήν, τὸν δὲ τοῦ βασιλέως αὐτῆς στέφανον αὐτὸς λαβὼν ἐφόρει, ελκοντα χρυσίου τάλαντον καὶ λίθον εχοντα τῶν πολυτίμων· τὸ δὲ τῆς πόλεως πλῆθος διέφθειρεν. ουτως δὲ καὶ ταῖς αλλαις πόλεσι πεποίηκε τῶν ̓Αμμανιτῶν, καὶ εἰς ̔Ιερουσαλὴμ ἐπανέζευξεν. Ην δὲ τῷ ∆αβὶδ θυγάτηρ Θάμαρ ὠνομασμένη, ὁμομήτριος ἀδελφὴ τῷ ̓Αβεσαλώμ· ταύτης ηρα ̓Αμνὼν ὁ πρωτότοκος υἱὸς τοῦ ∆αβίδ, καὶ ην ὁ ερως πολὺς ὡς καὶ νοσῆσαι τὸν ἐρῶντα. ἀφικομένου δὲ τοῦ πατρὸς πρὸς ἐπίσκεψιν αὐτοῦ, ἠξίωσεν αὐτὸν παραγενέσθαι τὴν Θάμαρ εἰς ὑπηρεσίαν αὐτοῦ· ὁ δὲ κατέ1.109 νευσεν. ηκεν ουν ἡ Θάμαρ καὶ ἡτοίμασεν αὐτῷ κολλυρίδας. ὁ δὲ πάντας ἐξέπεμψε, μόνην δὲ τὴν ἀδελφὴν ὑπηρετήσασθαι ἠξίου αὐτῷ. τῆς δὲ κόρης μόνης περιλειφθείσης βιάζεται αὐτήν, καὶ διακορήσας αὐτὴν μῖσος αὐτίκα εσχεν ἀντίθετον τοῦ πρὶν ερωτος, καὶ ἀπιέναι παραχρῆμα ἐκέλευε, καὶ κελεύει τῷ οἰκέτῃ αὐτὴν ἐκβαλεῖν. ἐκείνη δὲ διά τε τὴν βίαν καὶ τὴν υβριν περιαλγήσασα διαρρήγνυσι τὸν χιτῶνα, καὶ κόνιν καταπασσομένη τῆς κεφαλῆς ἐπορεύετο θρηνοῦσα. ὁ δὲ ἀδελφὸς ̓Αβεσαλὼμ ἡσυχάσαι αὐτῇ συνεβούλευσεν, ἐμηνία δὲ τῷ ̓Αμνὼν διὰ τὴν ἀδελφήν. ὁ δὲ βασιλεὺς μαθὼν τὸ συμβὰν ηχθετο μέν, λυπῆσαι δὲ τὸν ̓Αμνὼν οὐκ ηθελεν, οτι πρωτότοκος ην αὐτῷ. διετηρίδος δὲ παρελθούσης κείρειν εμελλεν αρτι τὰ ιδια ποίμνια ὁ ̓Αβεσαλώμ, καὶ εἰς πότον τοὺς ἀδελφοὺς συνεκάλεσεν. ἐνετείλατο δὲ τοῖς ὑπηρετουμένοις αὐτῷ προχωροῦντος τοῦ πότου πατάξαι τὸν ̓Αμνὼν καὶ ἀποκτεῖναι. καὶ ἐποίησαν ουτως οἱ παῖδες ̓Αβεσαλώμ. ἰδόντες δὲ οἱ λοιποὶ τοῦ βασιλέως υἱοὶ τὸ γενόμενον εφυγον. φήμης δὲ προελθούσης ὡς εκτεινε πάντας τοὺς τοῦ βασιλέως υἱοὺς ὁ ̓Αβεσαλώμ, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ ὁ ∆αβὶδ καὶ επεσεν ἐπὶ τὴν γῆν θρηνῶν. ἐν τοσούτῳ δ' ηκασιν οἱ τοῦ βασιλέως υἱοὶ καὶ τὸν φόνον τοῦ ̓Αμνὼν πενθοῦντες ἀπήγγειλαν. ̓Αβεσαλὼμ δὲ ἀπέδρα πρὸς τὸν πάππον τὸν πρὸς μητρός, τὸν βασιλέα τῆς Γέθ, καὶ ἐπὶ τριετίαν ην διάγων ἐκεῖ. τῆς ὀργῆς δὲ τῷ χρόνῳ λωφησάσης καταλλαγῆναι τὸν βασιλέα τῷ ̓Αβεσαλὼμ ἐσοφίσατο ὁ ̓Ιωάβ. γύναιον γάρ τι παρεσκεύασεν ὡς πενθοῦν τῷ βασιλεῖ προσελθεῖν καὶ ἀποδύρεσθαι, οτι δύο παίδων οντων αὐτῇ, καὶ θατέρου τὸν ετερον κτείναντος, οἱ συγγενεῖς ἀνελεῖν ζητοῦσι τὸν περιόντα 1.110 διὰ τὸν φόνον τοῦ ἀδελφοῦ· καὶ δέεσθαι τοῦ βασιλέως χαρίσασθαι αὐτῇ τὴν τοῦ παιδὸς σωτηρίαν. ἡ μὲν ουν προσελθοῦσα τῷ βασιλεῖ περιπαθῶς ειπε ταῦτα, ὁ δὲ βασιλεὺς τὴν ζωὴν αὐτῇ χαρίσασθαι τοῦ παιδὸς ἐπηγγείλατο. καὶ ἡ γυνὴ χάριτας ὡμολόγει αὐτῷ· "ινα