43
πιεῖν. -λέγεται καὶ ἡ σκάλα παρὰ ̔Ρωμαίοις. ὁ alpha.167 δὲ Μασσάλιος γηράσας, ιππου χωρὶς ἀναβολέως ἐπέβαινεν. ̓Αναγεῖσ. διὰ μὲν τοῦ ˉα τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ˉε τοὺς ἐνόχους αγει καὶ μιάσματι. ουτως Αἰσχίνης. ̓Ανάγωγοσ. ὁ ὑβριστὴς, η ὁ μὴ τυχὼν τῆς δεούσης ἀναγωγῆς. η ὁ φιλήδονος καὶ ἐκλελυμένος. ̓Αναδιπλασιασμόσ. οταν τὸ ἑξῆς τῆς λέξεως τὸ αὐτὸ σύμφωνον εχῃ, οιον· τέτυφα. Ανα. ἀντὶ τοῦ ω βασιλεῦ. ̓Ανάδοχον, οὐκ ἀναδοχέα λέγουσιν. Ανακτεσ. οἱ θεοὶ καὶ οἱ βασιλεῖς. αναξ δὲ ειρηται ἀπὸ τοῦ ανω τάξιν εχειν. η ὁ ανω ἀΐσσων. η πρὸς ον πάντα ἀναφέρομεν. σημαίνει δὲ τὸν βασιλέα καὶ τὸν οἰκοδεσπότην. καὶ αὐτὸς ποιητής· αὐτὸς ἐγὼ οικοι αναξ εσομαι- σημαίνει δὲ καὶ τὸν φύλακα. ̓Ανακυκλήϊον. τὸ ὀρθόν. ̓Ανακοί. οἱ ∆ιόσκουροι παρὰ ̓Αττικοῖς. παρὰ τὸ ἀνάσσω, ἀνακός, ὡς φυλάσσω, φυλακός, μαλάσσω, μαλακός. η οτι ἀνακῶς, ο ἐστι φιλανθρώπως, ἐχρήσαντο τοῖς ̓Αθηναίοις. η οτι τοὺς πλέοντας σώζουσιν ἀστέρες οντες, ανω καὶ ἑκὰς alpha.168 ἡμῶν οντες. καὶ τὸ ανω δὲ συνθέτως εἰώθασιν οἱ ̓Αττικοὶ ἀνακῶς λέγειν. ̓Αναλλοίωτοσ. ὁ ατρεπτος, ὁ μηδέπω ἀλλοιούμενος η τρεπόμενος. ̓Ανάλωτοσ. ὁ ἀπόρθητος. ̓Ανὰ οὐλαμόν. κατὰ αθροισμα. η ἀνὰ θόρυβον. ̓Ανάρσιοι. ἐχθροί· αδικοι· ἀνάρμοστοι· ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω. ὁ μέλλων αἰολικῶς αρσω, ἐξ ου αρσιος καὶ ἀνάρσιος. ὁ μὴ συναιρόμενος μὴ δὲ συναντιλαμβανόμενος. ̓Αναπόδραστοσ. ὁ μὴ δυνάμενος φυγεῖν. ̓Ανάσιλλοσ. ὁ ἀναφαλαντίας, ο ἐστι φαλακρός. ̓Ανάσιμοσ. ὁ αμορφος. ̓Ανάστατοσ. κατεστραμμένος, η ὁ πεπορθημένος. ειρηται δὲ καὶ ἐπὶ πόλεων ἑαλωκυιῶν, καὶ οικων ἐξερημωθέντων. ̓Ανατιναγμόσ. μετάστασις, μετακίνησις. Αναυδοσ. ὁ αφωνος. *αὐδὴ γὰρ ἡ φωνή.* ̓Ανάπται. δημοεγέρται. ̓Ανάπλεωσ. ἐκ τοῦ πλέως, ὁ πεπληρωμένος. καὶ μετὰ τοῦ στερητικοῦ ˉα απλεως ὁ ἐνδεής. καὶ μετὰ προσθήκης ἑτέρας στερήσεως καὶ πλεονασμῷ τοῦ ˉν ἀνάπλεως· ητις ἐν τοῖς τοιούτοις alpha.169 προστιθεμένη καὶ ἀναδιπλουμένη κατάφασιν, ἀλλ' οὐ στέρησιν δηλοῖ. ̓Αναφήσ. ἀψηλάφητος. ̓Αναφορεύσ. ὁ ἀνέχων καὶ ἀναβαστάζων. ̓Αναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουσι. σημαίνει δὲ τὸν φαλακρόν. ̓Αναφλασμόσ. τὰ ἀφροδίσια. καὶ ἀναφλᾷν τὸ μαλάττειν τὸ αἰδοῖον. ̓Αναφλύστιοσ. δῆμος ̓Αττικῆς τῆς ̓Αντιοχίδος. ̓Ανάχαρσισ. ὁ Σκύθης. παρὰ τὴν ἀνὰ πρόθεσιν, καὶ τὴν χάρσιν, ο σημαίνει τὴν χάριν η τὴν χαράν. ̓Ανδραποδισμόσ. ἡ αἰχμαλωσία. ̓Ανδραποδιστήσ. ὁ τοὺς ἐλευθέρους ἀεὶ καταδουλούμενος. ̓Ανδροκάπηλοσ. μεταβολεὺς ἀνδραπόδων. ̓Ανδραποδώδεισ. δουλοπρεπεῖς, δουλογνώμονας. ̓Ανδρεών. ὁ μέγας οικος παρ' ̔Ηροδότῳ. ̓Ανδρών. οιος περιεκτικὸς ἀνδρῶν, ενθα εἰώθασιν οἱ ανδρες συναθροίζεσθαι. ̓Ανδρεῖος ἀνήρ. αφοβος. ἁμαρτάνει ουν ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων. Ανδριοι. ἐκ τῆς Ανδρου. ̓Ανδροβόρων. ἀνθρωποφάγων. alpha.170 ἀνδροβόρων ὁμότεχνε κυνῶν αιλουρε κακίστη, τῶν ̓Ακταιονίδων ἐσσὶ μία σκυλάκων. ̓Ανδρόδομοσ. ὁ τρίκλινος. ̓Ανδροκόβαλοσ. ὁ κακοῦργος. ̓Ανδροφόνοσ. ουτως λέγεται, κᾳν γυναῖκα τὶς κτείνῃ. ̓Ανδρείκελοσ. ομοιος ἀνδρί. ἀνδριΐκελος δὲ ˉι. ̓Ανδριφόντησ. ὁ φονεύων τοὺς ανδρας. ̓Ανδρογύνων. ἀσθενῶν. γυναικῶν καρδίας ἐχόντων. Ανδρα. ἀντὶ τοῦ μνηστῆρα, ὡς τό· τὸν ανδρα Μαρίας. ̓Αναίτιοσ. ὁ ἀγέννητος πατὴρ, ὁ θεὸς, ὡς μὴ εχων τινὰ τῆς ὑπάρξεως αιτιον. Ανδραγχοσ. δήμιος, ὁ τοὺς ανδρας αγχων, ο ἐστὶ πνίγων. ̓Ανδίκτησ. ειδος παγίδος. παρὰ τὸ δίκειν τὸ βάλλειν. ενθα καὶ δίσκος, ὁ ῥιπτούμενος. ̓Ανδρόμεοσ. ἀπὸ τοῦ ἀνδρὸς ἀνδρόμεος. ὡς ἀπὸ τοῦ ∆ιὸς δίημος, ὁ πατὴρ ̔Ηρακλέους. καὶ ἐν ἑτέρᾳ παραγωγῇ κτητικὸς, ἀνδρόμεος, πλεονασμῷ τοῦ ˉε. Αναιτοσ. ἀβλαβὴς, ἀναίτιος. Σοφοκλῆς· πόλις δέ σοι κακῶν αναιτος τῶνδ' ἀπαλλαχθῇ χθονός. ̓Ανέγρετον. ἀνυπόστροφον. alpha.171 ̓Ανελεύθεροσ. ὁ μικρολόγος, η ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τί-ἀγενῆ καὶ ἀνελευθέραν ἐποιήσαντο τὴν ἀναχώρησιν. ̓Ανέμβατοσ. δυσπειθὴς, δυσχερῶς δεχόμενος. ̓Ανεμοκοῖται. οἱ κοιμίζοντες τοὺς ἀνέμους. γένος δὲ φασὶ τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. Ανεωσ. ὁ