Ἀπόκρισις. Τῶν τοιούτων πταισμάτων ὁ νόμος διὰ τοῦ βαπτίσματος καὶ θυσίας δίδωσι τὴν ἄφεσιν τῶν μηδὲν συντελούντων εἰς βλάβην πολιτείας καὶ ζωῆς ἀνθρώπων, οἷον ὡς τὸ ἅψασθαι νεκροῦ ἢ λεπροῦ ἤ τινος τῶν τοιούτων. Τῶν δὲ ἄλλων πται σμάτων γεγενημένων εἰς βλάβην πολιτείας ἢ ζωῆς ἀνθρώπων, τῶν τοιούτων πταισμάτων οὐ δίδωσι συγχώρησιν, οὔτε διὰ τοῦ βαπτίσματος οὔτε διὰ τῆς τῶν ἀλόγων θυσίας, ἀλλὰ δικαίαν τε καὶ ἀξίαν ἀμοιβὴν δίδωσι τοῖς πταίσασι διὰ τοῦ ἴσου τῆς ἀντιπλήξεως. Ψυχήν, φησίν, ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος. Ὅπου δὲ τὸ ἴσον τῆς ἀντι δόσεώς ἐστιν ἀπρεπές, ἐκεῖ τὸν διὰ πυρὸς ἢ λίθου ἢ ξίφους θάνατον ἀνταποδίδωσι τοῖς πταίσασι· τὴν μὲν γὰρ θυγατέρα τοῦ ἱερέως πορνεύουσαν διὰ πυρὸς ἀναλίσκει, τὴν δὲ τοῦ λαϊ κοῦ ἀνδρὸς διὰ λίθου, τὴν δὲ ὕπανδρον διὰ ξίφους. Καὶ οὐ δαμοῦ ἰσχὺς τῷ νόμῳ ἐκ φιλανθρωπίας διὰ βαπτισμῶν τε καὶ θυσιῶν σῶσαι τῶν τοιούτων τινά. Τῆς δὲ χάριτος πολλή τίς ἐστι πρὸς τὴν τῶν ἁμαρτανόντων ἡ ἰσχύς· αὕτη γὰρ καὶ τοῦ νόμου κρατοῦντος εἰ μὴ κατέλαβε τὸν βασιλέα ∆αυῒδ διπλοῖς θανατηφόροις περιπεπτωκότα ἁμαρτήμασιν, ἀνοίξασα αὐτῷ τῆς μετανοίας τὴν θύραν, οὐκ ἂν εὗρε παρὰ τῷ νόμῳ σωστικὴν ἁμαρτωλῶν φιλανθρωπίαν. Aὕτη ἔταξεν ἐν τῷ κόσμῳ τῶν ἁμαρτωλῶν ἰατρὸν δόκιμον τὴν μετάνοιαν, τὴν δυναμένην καὶ τοὺς ἑβδομηκοντάκις ἑπτὰ πταίοντας ἰᾶσθαι, μόνον εἰ βουλη θεῖεν χρήσασθαι τῷ τῆς μετανοίας βουλήματι. Ἐρώτησις %η. Eἰ τὸν φόβον ὁ κύριος οὐκ ἀναγκαῖον δι' ὧν λέγει παρί στησι· φησὶ γὰρ Ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ· πῶς πάλιν ὁ αὐτὸς διδάσκει τοὺς μαθητὰς Φοβεῖσθε, λέγων, τὸν τὴν ψυχὴν καὶ τὸ σῶμα ἐν γεέννῃ ἀπολέσαι δυνάμενον; Ἀπόκρισις. Oὐκ εἴρηται μὲν τῷ κυρίῳ τὸ Ὁ φοβούμενος οὐ τετελείω ται ἐν τῇ ἀγάπῃ, εἰ καὶ ὁ εἰρηκὼς τοῦτο κατὰ κύριον εἴρηκε· τὸ δὲ Φοβεῖσθε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ οὐκ εἴρηται πρὸς ἀναίρεσιν τῆς τελείας ἀγάπης. Ὁ γὰρ τῷ μείζονι φόβῳ τοῦ θεοῦ τὸν ἐλάττονα ἐκλύων τῶν ἀνθρώπων φόβον τῇ ἀγάπῃ τοῦ θεοῦ τοῦτο ποιεῖ, ὥστε εἶναι τὸν μείζονα φόβον τοῦ θεοῦ ἕνεκεν τοῦ μὴ ἐκπεσεῖν τῶν ἠγαπημένων. Ὅσον γὰρ τίμιόν ἐστι τὸ πιστευόμενον, τοσοῦτον ἀγαπᾶται· καὶ ὅσον ἀγαπᾶται, τοσοῦτον ὁ ἀγαπῶν τὴν ἔκ πτωσιν αὐτοῦ φοβεῖται, ἕως ἂν ᾖ ἐν τῷ ὑπὲρ τοῦ ἀγαπωμένου ἀγῶνι. Λυθέντος δὲ τοῦ ἀγῶνος σὺν ἐκείνῳ λύεται καὶ ὁ φόβος τῆς τῶν ἀγαπωμένων ἐκπτώσεως. Ὥστε ἕως τότε ἀναγκαῖός ἐστιν ὁ τοῦ θεοῦ φόβος· οὐδὲ γὰρ ὡς τὸ μισεῖν ἀναιρετικόν ἐστι τῆς ἀγάπης (ἀδύνατον γὰρ τὸ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ μισεῖν), οὕτως καὶ τὸ φοβεῖσθαι· ἐνδέχεται γὰρ τὸν αὐτὸν καὶ ἀγαπᾶν καὶ φοβεῖσθαι. Ἐρώτησις %θ. Eἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε