43
συμβαίνειν λέγει τοὺς τερα τώδεις τοκετούς, ὁ δὲ Ἐμπεδοκλῆς αὐτὴν τοῦ πνεύματος τὴν ἔλλειψιν ἢ ὑπερβολὴν αἰτιᾶται. 4.85 Ὅτι ὁ Ἀμέλιος· Μοῦσαί εἰσι, φησίν, αἱ τῶν σφαιρῶν ψυχαί, αἳ τὰς τῶν ὅλων δυνάμεών τε καὶ οὐσιῶν ἐνεργείας ὅσας εἰς τὸ πᾶν ἀφιᾶσιν ὁμοῦ καὶ εἰς μίαν συνάγουσι συμφωνίαν τὴν ὑπὸ τοῦ δημιουργοῦ τεταγμένην. 4.86 Ἥφαιστοι τέσσαρες· πρῶτος Οὐρανοῦ καὶ Ἡμέρας, πατὴρ Ἀπόλλωνος τοῦ Ἀθηναίων ἀρχηγέτου· δεύτερος Νείλου παῖς, ὃν Αἰγύπτιοι καλοῦσι Φθάν· τρίτος ὁ Κρόνου καὶ Ἥρας ὁ Λήμνιος, ὁ χαλκευτής· τέταρτος Ἥφαιστος ὁ Μαντοῦς ὁ Σικελιώτης, ἐξ οὗ Ἡφαιστιάδες αἱ νῆσοι. ὅτι ὁ Ἥφαιστος, ὥς φησι Νουμήνιος, γόνιμον πῦρ ἐστιν, ἡ τοῦ ἡλίου ζωογονικὴ θερμότης· διὸ δὴ καὶ χωλὸν ποιοῦσι τὸν Ἥφαιστον, καθ' ὃ χωλεύει καθ' ἑαυτὴν ἡ τοῦ πυρὸς φύσις, ὅταν μὴ συγκεκρότηται τοῖς ἄλλοις. ὁ δὲ παρὰ Ῥωμαίοις Κίγκιος λέγει, χωλὸν τὼ πόδε τὸν Ἥφαιστον λαμβάνεσθαι διὰ τὸ ἄνισον τῆς ἡλίου πορείας. ὁ δὲ Χαιρωνεύς φησιν, ὅτι τοῦ πυρὸς τὴν δύναμιν προσειπόντες Ἥφαιστον ἀνθρωποειδὲς μὲν αὐτοῦ τὸ ἄγαλμα πεποιήκασι, πῖλον δὲ περιέθεσαν κυάνεον τῆς οὐρανίου σύμβολον περιφορᾶς· ἔνθα τοῦ πυρὸς τὸ ἀρχοειδές τε καὶ ἀκραιφνέστατον. κατὰ δὲ ἱστορίαν Μανέθων Αἰγυπτιακῶν ὑπομνημάτων ἐν τόμῳ τρίτῳ φησίν, ὅτι πρῶτος ἀνθρώπων παρ' Αἰγυπτίοις ἐβασίλευσεν Ἥφαιστος ὁ καὶ εὑρέτης τοῦ πυρὸς αὐτοῖς γενόμενος· ἐξ οὗ Ἥλιος, οὗ Κρόνος, μεθ' ὃν Ὄσιρις, ἔπειτα Τυφών, ἀδελφὸς Ὀσίρεως. 4.87 Ἰστέον δέ, ὡς ὁ Μανέθων ἐν τᾷ περὶ ἑορτῶν λέγει, τὴν ἡλιακὴν ἔκλειψιν πονηρὰν ἐπίρροιαν ἀνθρώποις ἐπιφέρειν περί τε τὴν κεφαλὴν καὶ τὸν στόμαχον. 4.88 Ἰούνιος. Οὕτως οὖν τοῦ πέμπτου μηνὸς εἰς τιμὴν τῆς γερουσίας πρὸς τοῦ βασιλέως Νουμᾶ διατεθέντος ἐλείπετο ἄρα τὸν ἕκτον εἰς τιμὴν τῆς νεολαίας- ἰουνιῶρας γὰρ τοὺς νεωτέρους φασίν-ὁρισθῆναι· βουλῇ γὰρ γερόντων καὶ νεωτέρων ἀνδρείᾳ εἰκὸς διοικεῖσθαι, ὥς φησι Πλάτων, τὸ πολίτευμα. οὐκ ἔξω δὲ λόγου τὸν ἓξ ἀριθμὸν φαίνεται ταύτῃ προσνέμων· ζωογονικὸς γὰρ οὗτος ἀπὸ μονάδος ἑξῆς ἄχρι τριάδος ἐξ αὑτοῦ συμπληρούμενος καὶ ἀρκῶν ἑαυτῷ· καὶ διὰ τοῦτο ὁ Πυθαγόρας τῇ πρώτῃ τῶν Μοιρῶν τοῦτον ἀνατέθεικεν. 4.89 Καλένδαις Ἰουνίαις ἑορτὴ Ἥρας καὶ εὐχαὶ ἐν τῷ Καπετωλίῳ, πάντων ὁμοῦ Ῥωμαίων ὕδατος ἐξ ἑωθινῆς ἀπογευομένων ψυχροῦ πρὸς φυλακὴν νόσου παντοίας καὶ διαφερόντως ποδαλγικῆς, ὡς ὁ χρησμὸς ἐβούλετο, καὶ ὥστε μὴ διδύμους ἢ τερατώδεις γενέσθαι τοὺς τοκετούς. ἡ δὲ τοιαύτη συνήθεια ἐπὶ Ἀδριανοῦ εἰσενήνεκται, πεμφθείσης γυναικὸς ὡς αὐτὸν Αἰγυπτίας, ἣ ἀφηγεῖτο τέσσαρσιν ἡμέραις κατὰ διάστημα ἄνισον τέσσαρα τεκεῖν, μετὰ δὲ τεσσαράκοντα ἡμέρας τὸ πέμπτον, κατὰ τὸν Ἀριστοτέλην, ὅς φησιν ἐν τέσσαρσι τοκετοῖς εἴκοσι κυηθῆναι· τοῦτο δέ φησιν ὁ Ἡρακλείδης συμβαίνειν, ὅταν ἐξακοντισμὸς δὶς ἢ τρὶς ἀπὸ ἐγκρατείας κατ' ἀναστομώσεως εὐστοχήσῃ ἢ καὶ τῆς μήτρας ἐπανοιχθείσης μετὰ τὴν προτέραν πῆξιν κατὰ τοσοῦτον καθ' ὅσον ὁ τοκετὸς ἀριθμοῖτο. ὅτι ὁ Ἰούνιος μὴν ἀνεπιτήδειος πρὸς γάμους, ὡς τὰ βιβλία τῶν παρὰ Ῥωμαίοις ἱερέων λέγει· ἀληθὴς δὲ ὁ λόγος καὶ ἀνάγκη πᾶσα, κατὰ τόδε καιροῦ γινόμενον συνοικέσιον τὸν νεώτερον ἀποβαλεῖν, καὶ ταύτης ἐγὼ τῆς ἐκβάσεως ἔμπειρός εἰμι, τὴν ἐμοὶ φιλτάτην γυναῖκα ὡς τάχος ἀποβαλών. ἐπὶ δὲ τρεῖς ἡμέρας οὐκ ἐξῆν γυναιξὶν ἢ καρῆναι ἢ ὀνυχίσασθαι. 4.90 Τὸ Σάγκος ὄνομα οὐρανὸν σημαίνει τῇ Σαβίνων γλώσσῃ. 4.91 Ὅτι οἱ Ἑβραῖοι οὐκ εἰκῇ ἀπέχονται λαγωοῦ καὶ στρουθοῦ Λίβυος καὶ χαραδριοῦ· ὁ μὲν γὰρ λαγωὸς ἄρρην τίκτειν πέφυκε τεραστίως, ὁ δὲ Λίβυς στρουθὸς οὐδὲ στρουθὸς οὐδὲ τετράποδον οὐδὲ πτηνόν ἐστι τέλειον· οὐδεὶς δὲ χαραδριὸν φαγὼν