1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

43

τερπνὰ τὴν οἰκείαν τιμὴν ἀγνοήσας καὶ τοῖς ἀνοήτοις παρεικασθεὶς κτήνεσι, τοῦ πεποιηκότος τὴν ζεύγλην ἀποσεισάμενος καὶ τὸ θεῖον αὐτοῦ παριδὼν ἐπίταγμα, θανάτῳ ἔσται ὑπεύθυνος καὶ φθορᾷ καὶ πόνῳ καθυποβληθήσεται τὸν ταλαίπωρον ἕλκων βίον. Οὐ γὰρ ἦν λυσιτελὲς ἀπείραστον ἔτι τυγχάνοντα καὶ ἀδόκιμον τῆς ἀφθαρσίας τυχεῖν, ἵνα μὴ εἰς τῦφον ἐμπέσῃ καὶ κρῖμα τοῦ διαβόλου. Ἐκεῖνος διὰ τὸ ἄφθαρτον μετὰ τὴν ἐκ προαιρέσεως ἔκπτωσιν τὴν ἐν τῷ κακῷ ἀμεταμέλητον ἔσχε καὶ ἄτρεπτον παγιότητα ὥσπερ αὖ πάλιν καὶ οἱ ἄγγελοι μετὰ τὴν ἐκ προαιρέσεως τῆς ἀρετῆς ἐκλογὴν τὴν ἐν τῷ καλῷ διὰ τῆς χάριτος ἀμετακίνητον ἵδρυσιν. Ἔδει τοίνυν πρότερον δοκιμασθέντα τὸν ἄνθρωπον καὶ τῇ πείρᾳ διὰ τῆς τηρήσεως τῆς ἐντολῆς τελειωθέντα οὕτω τὴν ἀφθαρσίαν ἀρετῆς κομίσασθαι ἔπαθλον· μέσος γὰρ θεοῦ καὶ ὕλης γενόμενος διὰ μὲν τῆς τηρήσεως τῆς ἐντολῆς μετὰ τὴν ἀπαλλαγὴν τῆς πρὸς τὰ ὄντα φυσικῆς σχέσεως ἑνωθεὶς τῷ θεῷ καθ' ἕξιν τὴν περὶ τὸ καλὸν παγιότητα λαμβάνειν ἀμετακίνητον ἔμελλε, διὰ δὲ τῆς παραβάσεως πρὸς τὴν ὕλην μᾶλλον κινηθεὶς καὶ τῆς αὐτοῦ αἰτίας, τοῦ θεοῦ φημι, ἀποσπάσας τὸν νοῦν τῇ φθορᾷ προσοικειοῦσθαι καὶ παθητὸς ἀντὶ ἀπαθοῦς καὶ θνητὸς ἀντὶ ἀθανάτου γίνεσθαι καὶ συνδυασμοῦ καὶ ῥευστῆς γεννήσεως ἐπιδέεσθαι καὶ τῇ ἐφέσει τῆς ζωῆς τῶν μὲν ἡδέων ὡς δῆθεν ταύτην συνιστώντων ἀντέχεσθαι, πρὸς δὲ τοὺς τούτων προμηθουμένους τὴν στέρησιν ἀδεῶς ἀπεχθάνεσθαι καὶ τὴν μὲν ἔφεσιν ἐκ θεοῦ πρὸς τὴν ὕλην, τὸν δὲ θυμὸν ἐκ τοῦ τῆς σωτηρίας ὄντως ἐχθροῦ μεταφέρειν πρὸς τὸ ὁμόφυλον. Φθόνῳ τοίνυν διαβόλου ἡττήθη ὁ ἄνθρωπος· οὐ γὰρ ἔφερεν ὁ φθονερὸς καὶ μισόκαλος δαίμων αὐτὸς διὰ τὴν ἔπαρσιν κάτω γενόμενος ἡμᾶς τῶν ἄνω τυχεῖν, ὅθεν καὶ θεότητος ἐλπίδι ὁ ψεύστης δελεάζει τὸν ἄθλιον καὶ πρὸς τὸ ἴδιον τῆς ἐπάρσεως ὕψος ἀναγαγὼν πρὸς τὸ ὅμοιον καταφέρει τῆς πτώσεως βάραθρον. 45 Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίασ Ταύτῃ τοίνυν τῇ προσβολῇ τοῦ ἀρχεκάκου δαίμονος δελεασθέντα τὸν ἄνθρωπον καὶ τὴν τοῦ δημιουργοῦ ἐντολὴν οὐ φυλάξαντα καὶ γυμνωθέντα τῆς χάριτος καὶ τὴν πρὸς θεὸν παρρησίαν ἀπεκδυσάμενον καὶ σκεπασθέντα τῇ τοῦ μοχθηροῦ βίου τραχύτητι (τοῦτο γὰρ τὰ φύλλα τῆς συκῆς) καὶ περιβληθέντα τὴν νέκρωσιν ἤτοι τὴν θνητότητα καὶ παχύτητα τῆς σαρκός (τοῦτο γὰρ ἡ τῶν νεκρῶν δερμάτων ἀμφίασις) καὶ τοῦ παραδείσου κατὰ τὴν τοῦ θεοῦ δικαιοκρισίαν γεγονότα ἐξόριστον καὶ θανάτῳ κατάκριτον καὶ φθορᾷ ὑποχείριον οὐ παρεῖδεν ὁ συμπαθὴς ὁ τὸ εἶναι δοὺς καὶ τὸ εὖ εἶναι χαρισάμενος, ἀλλὰ πολλοῖς πρότερον παιδαγωγή σας καὶ πρὸς ἐπιστροφὴν καλέσας στόνῳ καὶ τρόμῳ, ὕδατος κατακλυσμῷ καὶ παντὸς τοῦ γένους μικροῦ δεῖν πανωλεθρίᾳ, συγχύσει καὶ διαιρέσει γλωσσῶν, ἀγγέλων ἐπιστασίᾳ, πόλεων ἐμπρησμῷ, τυπικαῖς θεοφανείαις, πολέμοις, νίκαις, ἥτταις, σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, νόμῳ, προφήταις, δι' ὧν τὸ σπουδαζόμενον ἦν ἡ τῆς ἁμαρτίας ἀναίρεσις πολυσχεδῶς χεθείσης καὶ καταδουλωσαμένης τὸν ἄνθρωπον καὶ πᾶν εἶδος κακίας ἐπισωρευσάσης τῷ βίῳ καὶ ἡ πρὸς τὸ εὖ εἶναι τοῦ ἀνθρώπου ἐπάνοδος. Ἐπειδὴ δι' ἁμαρτίας ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν ὥσπερ τι θηρίον ἄγριον καὶ ἀνήμερον τὸν ἀνθρώπινον λυμαινόμενος βίον, ἔδει δὲ τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον, ἔτι δὲ νευρωθῆναι καὶ ἀνακαινισθῆναι τὴν φύσιν καὶ ἔργῳ παιδαγωγηθῆναι καὶ διδαχθῆναι ἀρετῆς ὁδὸν τῆς μὲν φθορᾶς ἀπάγουσαν, πρὸς δὲ τὴν ζωὴν ποδηγοῦσαν τὴν αἰώνιον· τέλος τὸ μέγα περὶ αὐτὸν τῆς φιλανθρωπίας ἐνδείκνυται πέλαγος· αὐτὸς γὰρ ὁ δημιουργός τε καὶ κύριος τὴν ὑπὲρ τοῦ οἰκείου πλάσματος ἀναδέχεται πάλην καὶ ἔργῳ διδάσκαλος γίνεται· καὶ ἐπειδὴ θεότητος ἐλπίδι ὁ ἐχθρὸς δελεάζει τὸν ἄνθρωπον, σαρκὸς προβλήματι δελεάζεται καὶ δείκνυται ἅμα τὸ ἀγαθὸν καὶ τὸ σοφόν, τὸ δίκαιόν τε καὶ τὸ δυνατὸν τοῦ θεοῦ· τὸ μὲν ἀγαθόν, ὅτι οὐ παρεῖδε τοῦ οἰκείου πλάσματος τὴν ἀσθένειαν, ἀλλ' ἐσπλαγχνίσθη ἐπ' αὐτῷ πεσόντι καὶ χεῖρα