βʹ. Ὁ δὲ βασιλεὺς, τὸν τοιοῦτον γνοὺς νεωτερισμὸν, διεταράχθη μὲν, ὡς τὸ εἰκὸς, ἀπτέρῳ δὲ τάχει τὸν ἐπίσκοπον Στέφανον ἐκ τῆς Ἀβύδου ἀναγαγὼν, τοῖς δικαστηρίοις ἐκδίδωσι. τῶν δὲ πραγμάτων ἐξελεγχθέντων καὶ καταφανοῦς γεγονότος τοῦ δράματος, τὸν μὲν τῇ συνόδῳ τῶν ἐπισκόπων παρέπεμψεν, ἔκπτωσιν τῆς ἱερωσύνης ὑποστησόμενον. Λέοντα δὲ τὸν Κουροπαλάτην, καὶ Νικηφόρον, τὸν τούτου υἱὸν, τῇ τοῦ θανάτου ὑπαγαγόντων ψήφῳ τῶν δικαστῶν, ὁ βασιλεὺς, πρὸς τὸ φιλανθρωπότερον ἀποκλίνας, οὐκ ἔκτεινε· τὰς δὲ ὄψεις ἀμφοτέρων, κατὰ τὴν Λέσβον στείλας, ἐπήρωσε. καὶ ἡ μὲν τῷ Κουροπαλάτῃ πρὸς τὴν Εὐρώπην τότε μελετηθεῖσα διάβασις ἐς τοῦτο τὸ τέλος κατέληξε, τοιαύτην μὲν αὐτῷ τὴν ποινὴν προξενήσασα, συχνοὺς δὲ τῶν φίλων χρημάτων καὶ οἴκων στερήσασα, ὅσοι τὴν ἐκείνου συμβουλὴν ἐπὶ καθαιρέσει τοῦ βασιλέως προσήκαντο. ὁ δὲ Βάρδας, ἅπαξ ἀποκλίνας εἰς τυραννίδα, ἀπρὶξ εἴχετο ταύτης, τῇ τε περὶ αὑτὸν πολυχειρίᾳ γαυρούμενος, καὶ ταῖς φάλαγξι βρενθυόμενος, καὶ ὅσον οὔπω τὴν τῆς βασιλείας κατάσχεσιν ὀνειροπολῶν. καὶ δῆτα τὴν Ἀσίαν κατατρέχων, τῶν μὴ σπενδομένων αὑτῷ πυρπολῶν τὰς οἰκίας, λείαν ἐτίθει Μυσῶν. 115 βασιλεὺς δὲ πρὸς αὐτὸν γράφει ταῦτα· Τὸν ἔναγχος γεγενημένον πρὸς ἕω νεωτερισμὸν ἀκηκοότες, οὐ τῆς σῆς γνώμης ἔργον τοσοῦτον ἡγούμεθα, ὅσον τῆς τῶν συναραμένων σοι ἀπονοίας καὶ τρόπου βαρβαρικοῦ, οἵ γε πάντως ὑπὸ θεοβλαβείας παρακροτούμενοι, ἐς τοσοῦτον κίνδυνον ἑαυτοὺς ἐμβαλεῖν οὐκ ἐνάρκησαν· καὶ ταῦτα εἰδότες, ὡς τοῖς νεωτεριεῖν ἀνῃρημένοις καὶ ἀντίπαλον ἐξ αὐθαδείας αἴρειν χεῖρα Ῥωμαίων αὐτοῖς αὐτοκράτορσιν, οὐδεμία τις εἰς παραίτησιν ὑπολέλειπται πρόφασις, ὁπηνίκα τοῖς ὅπλοις καταγωνισθέντες, ἔκδοτοι ταῖς ποινηλασίαις ὑπάγονται. ἡμεῖς τοιγαροῦν ἐμφυλίῳ αἵματι μιᾶναι τὴν γῆν εὐλαβούμεθα. εἰ γὰρ βουληθῶμεν τοῖς ὅπλοις τοὺς ἀποστάτας ἀμύνεσθαι, οὐκ ἂν φθάνοιμεν (σὺν Θεῷ δὲ εἰρήσθω) οἰκτρῶς αὐτοὺς κατακαίνοντες. τίς γὰρ ἀτέραμνος οὕτω καθέστηκεν, ὡς ὑποστῆναι τὴν ῥοπὴν τοῦ ἡμετέρου κινήματος, καὶ μὴ εὐθὺς ὑποδειλιάσας πρὸς φυγὴν ἀπιδεῖν; τοιγαροῦν παραινοῦμεν ὑμῖν, πρὸ τῶν ὀλεθρίων ἑλέσθαι τὰ σώζοντα, καὶ ἕως πρόκειται συγγνώμης καιρὸς, τὰ ὅπλα ῥίψαντες εἴξατε τῷ κράτει τῆς βασιλείας ἡμῶν, ἀμνηστίαν ὑμῖν τοῦ τοσούτου τολμήματος καὶ συγγνώμην, ἐπὶ μάρτυρι τῷ Θεῷ, ἀναντίῤῥητον ἀπονέμοντι. πάντως δὲ καὶ αἱ κτήσεις ἀθιγεῖς ὑμῖν ἀφεθήσονται, καὶ ἀπαρεγχείρητοι. παραινοῦμεν λοιπὸν, τῆς τοιαύτης ἀνασφήλαντας μέθης τῆς δεδομένης ἀμελλητὶ σωτηρίας ἀντιποιήσασθαι. εἰ δὲ σκιαμαχοῦντες τῇ τυραννίδι τὴν ῥοπὴν ἀπονείμητε, ὑμῖν μεταμελήσει 116 τῆς ἀβουλίας, ὁπηνίκα ψήφῳ τῶν νόμων ταῖς θανασίμοις ποιναῖς παραπέμποισθε. γʹ. Ταύτην ὁ Φωκᾶς Βάρδας ἀπειληφὼς τὴν γραφὴν, ἀντίγραφα μὲν οὐκ ἠξίωσεν ἀντεπιστεῖλαι πρὸς βασιλέα· λοιδορησάμενος δὲ αὐτὸν, καὶ βδελυρὸν καὶ ἀλάστορα ὀνομάσας, καὶ τοῦ γένους ἀποκαλέσας παλαμναῖον αὐτόχειρα, τῶν τυραννείων κατιέναι παρήγγειλεν. αὑτῷ γὰρ μᾶλλον ἀνήκειν τὴν τῆς ἡγεμονίας ἀρχὴν, Καίσαρα πάππον κομπάζοντι, καὶ θεῖον αὐτοκράτορα. ὃν, φησὶ, μὴ πτοηθέντα τὸν τῆς δίκης ἀκοίμητον ὀφθαλμὸν, παρὰ τὴν χαμαιῤῥιφῆ στρωμνὴν ἐναποσφάξαι, δίκην βοσκήματος· τὸν φύντα δὲ καὶ τὸν φίλτατον ὁμαίμονα, τὰ πύματα παθόντας δεινὰ, ἐπ' ἀδήλοις καὶ ἀναποδείκτοις προφάσεσι τοῦ γλυκυτάτου στερῆσαι φωτός· οἷς τιμωρὸν πάντως αὑτὸν ἐπαφήσειν τὴν δίκην, τοῦ ὁμογνίου αἵματος ἑπταπλασίως ἐκτίσοντα τὸ ἀνταπόδομα, τῷ πανολεθρίᾳ τὸ γενναῖον καὶ ἡρωϊκὸν φῦλον παραπέμψαι σκαιωρήσαντι. τῶν οὖν τοιούτων ἀπονενοημένων λόγων ὁ αὐτοκράτωρ Ἰωάννης ἐνωτισθεὶς, καὶ γνοὺς, ἀνίατα τὸν ἄνδρα νοσεῖν, ἠπειγμένον τε πρὸς διαρπαγὰς καὶ