τῷ κρημνῷ ἑαυτὸν κατηκόντισεν. ἐγὼ δὲ μείνας ὀρθὸς δόξαν μὲν τῷ θεῷ τῆς τοῦ κινδύνου ἐλευθερίας ἀνέπεμψα, θαῦμα δὲ τοῖς πολλοῖς προσενέσταξα, ὅπως, οἷον ἐκ προγνώσεως θειοτέρας, οὐκ ἐπέμεινα τοῖς νώτοις τοῦ ἵππου (ἦν γάρ τι μικρὸν ὀκλάσας, ὅσον ἀναστῆναι καὶ πάνυ ῥᾴδιον) ἀλλὰ καταβὰς ἐν τάχει οὐ συναπῆλθον τῷ κρημνῷ καὶ συνετρίβην ὡς τάχιστα. ἵσταντο γὰρ πάντες θεώμενοι τὸ καινόν, ἐπεὶ τοῖς κατόπιν οὐκ ἐξῆν περαιτέρω ἰέναι, τῆς ὁδοῦ ἐκείνης ἕνα καὶ μόνον συγχωρούσης διέρχεσθαι διὰ τὸ πάνυ στενώτατον, ἕως ἑτέρου μοι προσαχθέντος ὑποζυγίου ἡ ἐπίβασις ἐπιγέγονεν. Ἐξιοῦσι δ' ἡμῖν εἴς τι χωρίον τῆς τοῦ Ποδαντοῦ κλεισούρας ἐκτός, Τυψάριον κατονομαζόμενον, φήμη τις ἐπεπόλασε τὸν καταλελειμμένον ἐν Μελιτηνῇ στρατηγὸν ἐπὶ τῇ φυλακῇ τῆς Ῥωμαίων γῆς αἰσχρῶς καὶ βουλεύσασθαι καὶ τὰ κατὰ τὸν στρατὸν οἰκονομῆσαι, καὶ τοσοῦτον ὅτι περ οἱ πολέμιοι διελθόντες τὴν τοῦ Ἀμορίου πολιτείαν ἀνήρπασαν καὶ φόνον ἀνδρῶν ἀμύθητον πεποιήκασι καὶ πανοικεσίᾳ ταύτην ἠνδραποδίσαντο. τῆς δὲ παρεμβολῆς αὐτῶν ἀφεθείσης ἐν τῇ τοῦ Χαλκέως τοποθεσίᾳ, αὐτὸς ἀπὸ διαστήματος ὀλίγου συνηθροισμένην ἔχων τὴν στρατιὰν ἐν τῷ τοῦ Τζαμαντοῦ ὀχυ 122 ρώματι οὔτε ταύτην ἑλεῖν ἢ προσβαλεῖν παρετόλμησεν οὔτε τῷ Ἀμορίῳ προσβοηθῆσαι, ὅτι μὴ μᾶλλον οἱ Τοῦρκοι τῷ Τζαμαντῷ προσεγγίσαντες ἐν τῷ ἐπανιέναι πολλοὺς μὲν τῶν ἐπεξιόντων Ῥωμαίων ἀνεῖλον, τοὺς δ' ἄλλους εἰς τὰ ἐρυμνότατα τοῦ κάστρου κατέκλεισαν. ἀνιαθεὶς δὲ ὁ βασιλεύς, καὶ πλέον τι ποιῆσαι μὴ δυνηθεὶς διὰ τὸ τοῦ χειμῶνος ἐπαχθὲς καὶ ἀσύμφορον, τὸ μὲν μισθοφορικόν, καὶ ὅσοι τῆς ἑσπερίας μερίδος ἐτύγχανον, εἰς παραχειμασίαν διέδωκεν, αὐτὸς δὲ μετὰ τῶν σωματοφυλάκων καὶ Βυζαντίων καὶ τῶν οἰκοφυλακούντων ἐν βασιλείοις εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε περὶ ἀκμὴν τοῦ χειμῶνος ὄντος· πρὸς τῷ τέλει γὰρ ἦν ὁ ἰαννουάριος μήν. ∆ιαγαγὼν τοίνυν ἐν τῇ τῶν πολιτικῶν πραγμάτων διοικήσει χρόνον τινά, καὶ τιμὰς εἴς τινας τῶν συγκλητικῶν ποιησάμενος, καὶ τὰς ἐτησίους δωρεὰς αἳ τοῖς συγκλητικοῖς ἀξιώμασι προσήρτηντο ποιησάμενος, καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸ Βυζάντιον, εἰς τὸν ἀντιπέρας κείμενον βασιλικὸν οἶκον καὶ λεγόμενον τῶν Ἠρίων ἀπέπλευσεν, ὁρμὴν ἔχων εἰς τὴν ἑώαν αὖθις στρατοπεδεύσασθαι καὶ τοῖς Τούρκοις ἐπεξελθεῖν. ἐπισυνέβη γὰρ καί τι τῶν ἀτόπων, πρὸς ἐκστρατείαν καλοῦν τὸν ἄνακτα σπουδαιότερον. ἀνὴρ γὰρ Λατῖνος ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθών, Κρισπῖνος ὀνόματι, πρὸς τὴν ἑώαν προαπεστάλη, παραχειμάσων ἐκεῖσε μετὰ τῶν συνδιαπλευσάντων αὐτῷ καὶ συναφικομένων ὁμο 123 γενῶν. δόξας δὲ μὴ κατ' ἔφεσιν τιμηθῆναι παρὰ τοῦ βασιλέως καὶ δωρεὰς ἀποχρώσας λαβεῖν ἀποστασίαν ἐσκόπησε, καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγων τε καὶ λοιποὺς σκυλεύειν καὶ διαρπάζειν ἤρξατο, καὶ πάντα δρᾶν ὅσα δεσπότου ἀποπτύουσι χαλινούς. φόνον δὲ Ῥωμαίων οὐδένα εἰργάσατο. διὸ καὶ κατὰ βασιλικὴν ἐντολὴν (ἐμεμαθήκει γὰρ πάντα ὁ βασιλεύς) πολλοὶ τῶν στρατιωτῶν πρὸς μάχην τούτῳ συνήντησαν. πάντες δὲ τῆς τούτου ῥομφαίας ἡττήθησαν. τελευταῖον δὲ στρατῷ μεγάλῳ τῶν ἑσπερίων πέντε ταγμάτων ἐπιστρατεύσας κατ' αὐτοῦ ἐκ τῶν Ἀρμενιακῶν θεμάτων, ἐν ᾧ παρεχείμαζον, ὁ τὴν ἡγεμονίαν τούτων ἐπιτραπεὶς Σαμουὴλ βεστάρχης ὁ Ἀλουσίανος λεγόμενος, καὶ περὶ ὄρθρον ἐπιτεθεὶς τούτῳ ἠρεμοῦντι καὶ ἀναπαυομένῳ κατὰ τὸ εἰωθὸς τῆς ἀναστασίμου ἡμέρας καὶ μεγάλης κυριακῆς ἐφισταμένης, ἔπραξε μὲν γενναῖον οὐδέν, ἔπαθε δὲ μᾶλλον πάνυ κακῶς. ἐμπεσόντες γὰρ οἱ στρατιῶται τοῖς τῶν σκηνῶν καλωδίοις, καὶ συμπλακέντες αὐτοῖς, γνῶσιν τοῖς Φράγγοις τῆς ἐπιβουλῆς πεποιήκασιν. οἳ δὲ σταθηρῶς ἑαυτοὺς ἀνακαλεσάμενοι, καὶ πρὸς ἄμυναν τραπέντες εὐθύς, οὐ μοχθηρῶς τοὺς Ῥωμαίους τῆς παρεμβολῆς ἀπεώσαντο. ταχὺ δὲ τῶν ἵππων ἐπιβάντες, ὡς εἶχεν ἕκαστος