διδοὺς εὐμενεστέροις ἐντύχοις τοῖς ἄνω κριταῖς. καί σοι τότε φανεῖται καθαρτήριον ὡς ἀληθῶς τὸ ἐνταυθοῖ πόμα τῆς καθαιρέσεως. καὶ φανείης ἐκεῖσε χρυσοῦς τηλαυγής, τῷ ἐνταῦθα πυρὶ πᾶσαν ἐπιμιξίαν τῆς ἀτίμου ὕλης ἀποβαλόμενος· μᾶλλον δέ, προσαχθείης νοῦς ἀκήρατος τῷ θεῷ, πιὼν ἀρκούντως τὸ τῆς βασάνου ὧδε ποτήριον. εἰ δὲ μὴ ἑκούσιον, ἀλλά σε τοῦτο μηδαμῶς δεδιττέσθω. ὅσα γάρ τοι μὴ ἐκ προαιρέσεως ἡμῖν παραγίνεται, μᾶλλον ἀνιᾷ τὴν ψυχὴν καὶ δριμύττει καὶ οἷά τισι πιέσμασι τοῖς τοιούτοις δεινοῖς ὁ νοῦς συνθλιβόμενος ὑπεράλλεται μὲν τὸ σῶμα, χωρεῖ δὲ πρὸς θεὸν καὶ δευτέραις οὐ ταλαιπωρεῖται βασάνοις, ἃς δὴ καὶ αὐτὸς ἀποδράσειας <καὶ> τῷ πρώτῳ καὶ ἀΰλῳ φωτὶ καθαρὸν καὶ ἀκήρατον φῶς προσπελάσειας. 2 Ἀπολογητικὸς ὑπὲρ τοῦ Φιλιππουπόλεως Λαζάρου καθαιρεθέντος. Εἰ μἓν οὖν ἕτερός τις, ὦ θεία καὶ ἱερὰ σύνοδος, τῇ ἐμῇ ἐχρήσατο συμφορᾷ, ἐγὼ δὲ παρῆλθον ὑπὲρ αὐτοῦ ἀπολογησόμενος καὶ τὸν ὅλον ἀγῶνα ἀγωνιούμενος, πᾶσί τε οἷς ἂν εἶχον ἐχρώμην θαρρούντως, καὶ ἅμα ὑπ' οὐδενὸς πάθους τὴν ψυχὴν ἐκκοπτόμενος, οὐδὲν ἂν ὅ τι παρέλιπον τῶν σῴζειν δυναμένων. ἐπεὶ δὲ αὐτὸς ἐγὼ μέσος ὑμῶν ἕστηκα, ἀδικηθεὶς μὲν ὡς οὐκ οἷδ' εἴ τις ἄλλος καὶ σφοδροτάτους καητγόρους κτησάμενος, συνήγορος δὲ τῆς ἐμῆς δόξης γινόμενος καὶ ὡς περὶ ἀλλοτρίου τοῦ ἐμοῦ προσώπου διατιθέμενος, οὔθ' ὡς ἔχω καὶ βούλομαι, οὔτε ἄλλως πως ὁ λόγος μοι περιγίνεται. ἂν μὲν γὰρ τὰ κατηγορημένα ἀπολύσασθαι ἀγωνίσωμαι, πολλάκις ἐμαυτὸν ἐγκωμιάσαι ἀναγκασθήσομαι· εἰ δ' ὑποστειλάμενος τοῦτο σιωπήσω, ἐν οἷς προήχθην ἀπολογήσασθαι, τούτοις ἐμαυτὸν ὑπόδικον τοῖς πᾶσι ποιῶ τοῦ μὴ ἔχειν τὸ δίκαιον ἐν ᾧ δικαιολογίας ἐνεστησάμην ἀγῶνα, ὑπόληψιν τοῖς ἀκουσομένοις καταλιπών. ἓν μὲν τοῦτο δεινόν μοι καὶ λίαν προαπαντᾷ. δεύτερον δέ, οὐδὲν ἧττον τούτου, ὅτι μὴ καὶ βαρύτερον, ὅτι διαιτηταὶ τῆς ἐμῆς ὑποθέσεως ὑμεῖς προκαθέζεσθε- ὀκνῶ γὰρ εἰπεῖν κατηγόρους οὓς συνηγόρους ἔχειν ἐχρῆν-καὶ δεήσει μοι μετὰ τὸ τοὺς πρώτους κατηγόρους ἀποφυγεῖν καὶ τὴν ὑμετέραν διαδρᾶναι γραφὴν καὶ μόνῳ πρὸς πολλοὺς ἀγωνίσασθαι, ὁπότε καὶ εἰ ὑμᾶς εἶχον συγκατηγοροῦντας, οὐδ' οὕτως ἐθάρρουν τὸν πρὸς τοὺς συκοφάντας ἀγῶνα. Οὕτω λίαν βαθέως καὶ μετὰ περινοίας καθήπτοντο καὶ λόγοις ἐχρῶντο, ἀληθὲς μὲν οὐδ' ὁτιοῦν ἔχουσι, συγκειμένοις δὲ πιθανῶς ὥστε-τί γὰρ χρὴ μὴ τἀληθὲς λέγειν; - καὶ τὴν ἐμὴν συνήρπασαν ἀκοὴν καὶ μή τι τοιοῦτος ἐγὼ πολλάκις διηρευνώμην. πῶς ἂν οὖν ἕτερος ἀπιστήσειε καὶ μάλιστ' εἰ καὶ πρὸς ἐκεῖνον ἡ τῶν κατηγορημάτων εἴη ἀναφορά; τὸν μὲν οὖν βασιλέα τότε τῆς φιλανθρωπίας ἐθαύμασα καὶ παρ' αὐτὰ τὰ δεινὰ οὐ τῶν συμφορῶν ἐλεεῖν ἐμαυτὸν εἶχον ἢ τῆς ἀνεξικακίας ἐκεῖνον ἐκπλήττεσθαι, ὅτι τῶν κατηγόρων οὕτως ἀναπτόντων αὐτὸν καὶ πρὸς πᾶσαν ὑποκινούντων ὀργήν. παρῆν γὰρ ἐμφορεσθαί μου ταῖς τιμωρίαις καὶ πάσαις κατ' ἐμοῦ χρήσασθαι ταῖς ποιναῖς. μετριοπαθής τις ἐδείκνυτο, οὐχ ὅσον οἱ συκοφάνται ἐβούλοντο ἐξενεχθεὶς ἐπ' ἐμέ, ἀλλ' ὅσον αὐτῷ τῆς μεγαλοψυχίας παρεκινήθη. ποῦ γὰρ ἦν ἀκίνητον μεῖναι, τοσούτων ἐπικλυζόντων καὶ οὕτω φερομένων ῥαγδαίως; ἐκεῖνον μὲν οὖν τεθαύμακα καὶ θαυμάζω καὶ τότε μᾶλλον ἢ νῦν ὁπότε τὰ τοῦ θυμοῦ ἤκμαζεν, ὑμῖν δὲ οὐκ ἔχω τί φῶ, οὕτω τοῖς κατηγόροις πιστεύσασιν ὡς μή τινι ἄλλῳ πείθεσθαι μηδὲ μεταβαλλομένῳ τῷ κρατοῦντι συμμεταβάλλεσθαι. καίτοι, εἰ μή τι ἄλλο, τοῦτό γε ἐνθυμεῖσθαι ὑμᾶς χρή. ἔστω δέ μοι κοινὸς ὁ λόγος καὶ πρὸς ἐκείνους ὡς ἅπας κατήγορος ἐπιβουλότατόν τι πρᾶγμα καὶ φθονερὸν καὶ τοῖς