43
καὶ ὥσπερ ποταμὸς ξηρανθείς, οὕτως ἄνθρωπος ἀποθανὼν ἀφανὴς γίνεται. τὸ δὲ ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφῇ, τουτέστιν· ἕως συντελείας. οὕτως οὖν ἀνάγνωθι· ἕως ἂν ὁ οὐρανός, καὶ ὑπόστιξον, ἵνα εἴπῃ· ἕως συνέστηκεν ὁ κόσμος, ὁ ἀποθανὼν ἄνθρωπος οὐ μὴ συρραφῇ, ἀντὶ τοῦ· οὐ μὴ συναρμοσθῇ. συρραφὴν δὲ λέγει τὸν εἱρμὸν τῶν ζεύξεων τῶν μελῶν. τοῦτο δὲ εἶπεν, ἵνα μή τις ὑπολάβῃ κατὰ καιρὸν ἀνάστασιν γίνεσθαι, ἀλλ' ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. καὶ σημείωσαι, ὅτι σαφῶς τὸ τῆς ἀναστάσεως ἐδίδαξε μυστήριον. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἔστι δὲ κατὰ ἀλληγορίαν δένδρῳ ἐλπίς, ἀντὶ τοῦ· ἀνθρώπῳ. κἂν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας καὶ ἐν τῇ πέτρᾳ ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας ἢ καὶ ἐκ τοῦ δακρύου τῆς μετανοίας ἀναβλαστήσει. ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτία ἐναποθανὼν οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. καὶ χρόνῳ μὲν ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη, ὁ δὲ διάβολος καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται, οἱ δὲ τελευτήσαντες οὐκ ἐξαφανίζονται περιμένοντες τὴν ἀνάστασιν. 14, 1314 εἰ γὰρ ὄφελον ἐν ἅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή· καὶ τάξῃ μοι χρόνον, ἐν ᾧ μνείαν μοι ποιήσῃ. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ. ὁ Θεοδοτίων ἀντὶ τοῦ ζήσεται· _μ_ὴ_ _ζ_ή_σ_ε_τ_α_ι_ _ἔ_φ_η_. 132 ὁ δὲ νοῦς οὗτος· εἴθε, φησίν, τὸν χρόνον τοῦτον, ὃν ὀργίζει μοι, ἐν τῷ ᾅδῃ με ἐφύλαξαςἀνέγκλητος γὰρ ἡ ἐκεῖ φυλακήκαὶ μὴ παντελῶς ἐπελάθου μου, ἀλλ' ἔταξάς μοι χρόνον τῆς ἐκεῖ φυλακῆς. αἰτίαν δὲ ἀποδέδωκε τοῦ ποθεῖν τὸν θάνατον· δίχα γὰρ βασάνων, φησίν, ἐκεῖ φυλαττόμενος προσδοκῶ τὴν ἀνάστασιν. ἐὰν γάρ, φησίν, ἀποθάνῃ ἄνθρωπος συντελέσας τὰς ἡμέρας τοῦδε τοῦ βίου, οὐκ εἰς ἀνυπαρξίαν χωρεῖ, ἀλλὰ ζῇ τῇ ψυχῇ περιμένων τὴν ἀνάστασιν. κατὰ δὲ Θεοδοτίωνα· ἐάν, φησίν, ἀποθάνῃ ἄνθρωπος, οὐ ζήσεται, ἵνα εἴπῃ, ὅτι τῶν βασάνων ἀπαλλάττεται. 14, 1415 ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι. ἐὰν γάρ, φησίν, ἐν ᾅδου φυλαχθῶ, προσδοκῶ τὴν παλιγγενεσίαν καὶ ἀνάστασιν, ὅτε σὺ μὲν ἐντέλλῃ τοῖς νεκροῖς ἀναστῆναι, ἐγὼ δέ σοι ὑπακούσομαι. σημαίνει τὸ γοργὸν τῆς φύσεως εἰς τὴν ἀνάστασιν. ἐν γὰρ κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, οὐδενὸς ἀντιπράττοντος ἐν ῥιπῇ ὀφθαλμοῦ ἡ ἀνάστασις γίνεται, ὡς καὶ ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξε. ταῦτα δὲ προφητικῶς ἐξαγγείλας ὁ μακάριος Ἰὼβ πάλιν ἐπὶ τὴν ἱκεσίαν προτρέπεται καί φησιν· 14, 1517 τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ, ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. ἐσφρά 133 γισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. πάλιν ὡς ποιητὴν ἱκετεύει τὸν θεὸν καί φησιν· μὴ ἀπόβλητόν με, δέσποτα, τὸ σὸν ποιήσῃ δημιούργημα, μηδὲ οὕτω τὰ καθ' ἡμᾶς λεπτῶς ἐξαρίθμει καὶ ἐξιχνίαζε ὥσπερ ἐν βαλλαντίῳ πάντα κατακλείων, ἐφ' ᾧ μηδεμίαν οἱονεὶ παραπολέσθαι τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ πασῶν ἀπαιτεῖσθαι τὰς δίκας. διὰ τί δέ, δέσποτα, καὶ τὰς ἀκουσίους ἡμῶν ἁμαρτίας οὕτως ἐπισημαίνει καὶ οἱονεὶ ἀπογράφεις; ταῦτα δέ φησι θεὸν μὲν ἱκετεύων, μὴ ἀκριβῶς ἐξετάζειν τὰ καθ' ἡμᾶς, ἡμᾶς δὲ διδάσκων, ὡς οὐδὲν διαλανθάνει τὴν ἀπλανῆ τοῦ θεοῦ κατανόησιν τῶν ἡμετέρων, εἴτε προαιρετικῶς, εἴτε ἀκουσίως τι πράξομεν. ὅτι δὲ καὶ τῶν ἀκουσίων ὑφέξομεν τοὺς λόγους, ἤκουσας καὶ τοῦ λόγου τοῦ Ἐκκλησιαστικοῦ πρὸς τῷ τέλει λέγοντος, ὅτι· σύμπαν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. 14, 1819 καὶ πλὴν ὄρος πῖπτον πεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὑπτία τοῦ χώματος τῆς γῆς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. ὁ σοφὸς Ἰὼβ αἰνίγματα λαλεῖ, ἐπειδὴ καὶ πολλὰ τῶν φίλων δι' αἰνιγμάτων ῥηθέντα συνῆκεν αὐτὸς ὡς σοφός, οὐδαμοῦ τὸν νοῦν ἐκ τῶν ἀλγηδόνων περισπασθείς, ἀλλ' ἐν μέσοις αὐτοῖς τοῖς πάθεσι φιλοσοφῶν. ἔοικεν οὖν ἐν τούτοις τὸν θεὸν ἱκετεύειν μὴ ἐπὶ