μεταβολὴν ἐπιδέχεται παντοίαν, συγκινούμενα ταῖς ἑαυτῶν ἀρχικαῖς αἰτίαις. ἀλλὰ μὴν ὅτι καὶ ἀδιαίρετον, δῆλον. τὸ γὰρ διαιρούμενον πᾶν ταύτῃ φθείρεται, ᾗ διαιρεῖται, τοῦ τε ὅλου καὶ τῆς συνεχείας ἀφιστάμενον· εἰ οὖν ἀμετάβλητον κατὰ τὴν οὐσίαν καὶ ἀπαθές, ἀδιαίρετον ἂν εἴη. 209 Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα κάτεισι μὲν προσθέσει χιτώνων ἐνυλοτέρων, συνανάγεται δὲ τῇ ψυχῇ δι' ἀφαιρέσεως παντὸς τοῦ ἐνύλου καὶ τῆς εἰς τὸ οἰκεῖον εἶδος ἀναδρομῆς, ἀνάλογον τῇ χρωμένῃ ψυχῇ· καὶ γὰρ ἐκείνη κάτεισι μὲν ἀλόγους προσλαβοῦσα ζωάς, ἄνεισι δὲ ἀποσκευασαμένη πάσας τὰς γενεσιουργοὺς δυνάμεις, ἃς ἐν τῇ καθόδῳ περιεβάλλετο, καὶ γενομένη καθαρὰ καὶ γυμνὴ τῶν τοιούτων πασῶν δυνάμεων ὅσαι πρὸς τὴν τῆς γενέσεως χρείαν ὑπηρετοῦσι. τὰ γὰρ συμφυῆ ὀχήματα μιμεῖται τὰς ζωὰς τῶν χρωμένων ψυχῶν, καὶ συγκινεῖται κινουμέναις αὐταῖς πανταχοῦ· καὶ τῶν μὲν τὰς νοήσεις ἀπεικονίζεται ταῖς ἑαυτῶν περιφοραῖς, τῶν δὲ τὰς ἀποπτώσεις ταῖς εἰς τὴν γένεσιν ῥοπαῖς, τῶν δὲ τὰς καθάρσεις ταῖς εἰς τὸ ἄϋλον περιαγωγαῖς. διότι γὰρ αὐτῷ τῷ εἶναι τὰς ψυχὰς ζωοποιεῖται παρ' αὐτῶν καὶ ἔστι συμφυῆ ἐκείναις, παντοίως συμμεταβάλλει ταῖς ἐκείνων ἐνεργείαις καὶ συνέπεται πάντῃ, παθαινομέναις τε συμπάσχει καὶ κεκαθαρμέναις συναποκαθίσταται καὶ ἀναγομέναις συνεπαίρεται, τῆς ἑαυτῶν ἐφιέμενα τελειότητος· πᾶν γὰρ τελειοῦται τῆς οἰκείας ὁλότητος τυχόν. 210 Πᾶν ψυχῆς ὄχημα συμφυὲς καὶ σχῆμα τὸ αὐτὸ ἀεὶ καὶ μέγεθος ἔχει, μεῖζον δὲ καὶ ἔλαττον ὁρᾶται καὶ ἀνομοιόσχημον δι' ἄλλων σωμάτων προσθέσεις καὶ ἀφαιρέσεις. εἰ γὰρ ἐξ αἰτίας ἀκινήτου τὴν οὐσίαν ἔχει, δῆλον δὴ ὅτι καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος αὐτῷ παρὰ τῆς αἰτίας ἀφώρισται, καὶ ἔστιν ἀμετάβλητον καὶ ἀνεξάλλακτον ἑκάτερον. ἀλλὰ μὴν ἄλλοτε ἀλλοῖον φαντάζεται καὶ μεῖζον καὶ ἔλαττον. δι' ἄλλα ἄρα σώματα ἀπὸ τῶν ὑλικῶν στοιχείων προστιθέμενα καὶ αὖθις ἀφαιρούμενα τοιόνδε ἢ τοιόνδε καὶ τοσόνδε ἢ τοσόνδε φαίνεται. 211 Πᾶσα μερικὴ ψυχὴ κατιοῦσα εἰς γένεσιν ὅλη κάτεισι, καὶ οὐ τὸ μὲν αὐτῆς ἄνω μένει, τὸ δὲ κάτεισιν. εἰ γάρ τι μένοι τῆς ψυχῆς ἐν τῷ νοητῷ, ἢ ἀμεταβάτως νοήσει ἀεὶ ἢ μεταβατικῶς. ἀλλ' εἰ μὲν ἀμεταβάτως, νοῦς ἔσται καὶ οὐ μέρος ψυχῆς, καὶ ἔσται ἡ ψυχὴ προσεχῶς νοῦ μετέχουσα· τοῦτο δὲ ἀδύνατον. εἰ δὲ μεταβατικῶς, ἐκ τοῦ ἀεὶ νοοῦντος καὶ <τοῦ> ποτὲ νοοῦντος μία οὐσία ἔσται. ἀλλ' ἀδύνατον· ταῦτα γὰρ εἴδει διαφέρει, ὡς δέδεικται, πρὸς τῷ καὶ ἄτοπον εἶναι τὸ τῆς ψυχῆς ἀκρότατον, ἀεὶ τέλειον ὄν, μὴ κρατεῖν τῶν ἄλλων δυνάμεων κἀκείνας τελείας ποιεῖν. πᾶσα ἄρα ψυχὴ <μερικὴ ὅλη> κάτεισιν.