43
Κύριος ἐπι δείκνυσι τὴν ἀξίαν τοῦ Πνεύματος. Τὸ γὰρ τοῦ βα πτίσματος διδάσκων μυστήριον, οὕτως ἔφη τοῖς μαθηταῖς· "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." Εἰ δὲ κτιστὴν εἶχε φύσιν ὁ Υἱὸς ἢ τὸ πανάγιον Πνεῦμα, οὐκ ἂν συνηριθμήθησαν τῷ κεκτικότι Θεῷ· κατηγο ροῦσι γὰρ οἱ θεῖοι λόγοι τῶν λελατρευκότων τῇ κτί σει παρὰ τὸν κτίσαντα. ∆ιὸ δὴ καὶ ὁ Μονογενὴς ἐνην θρώπησεν, ὥστε ταύτης ἀπαλλάξαι τῆς πλάνης τοὺς ἀνθρώπους, καὶ διδάξαι Θεοῦ καὶ κτίσεως τὸ διάφο ρον. Ἀνελὼν δὲ τῆς κτίσεως τὴν προσκύνησιν, οὐκ ἂν φύσει κτιστῇ πάλιν ἐκέλευσε προσκυνεῖν· τῶν γὰρ ἀτοπωτάτων. ἀφέλκειν μὲν τοὺς ἀνθρώπους τῶν οὐκ ὄντων θεῶν, προσάγειν δὲ αὐτοὺς πάλιν τῇ τῶν ποιημάτων δουλείᾳ. ∆ῆλον τοίνυν ὡς ἄκτιστον ἔχει φύσιν καὶ ὁ Υἱὸς καὶ τὸ πανάγιον Πνεῦμα. ∆ιὰ γὰρ δὴ τοῦτο διδασκόμεθα πιστεύειν εἰς τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ γὰρ τὸν πρῶτον ἄνθρωπον οὐ μόνος διέπλασεν ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα· ἔφη γάρ· "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν," εἰκότως ἄρα καὶ τῆς ἀναπλάσεως γιγνομένης, καὶ τῆς καινῆς ἐπιτελουμένης δημιουργίας, κοινωνεῖ τῷ Πατρὶ καὶ ὁ Υἱὸς, καὶ τὸ πανάγιον Πνεῦμα· καὶ ἡ τῆς Τριάδος ἐπίκλησις τῶν βαπτιζομένων ἕκαστον νεουργεῖ. Ἀλλὰ γὰρ καὶ περὶ τοῦ ἁγίου Πνεύματος, κατὰ τῶν τῆς τούτου χάριτος ἐρήμων αἱρετικῶν, τρεῖς συνέγραψα λόγους· καὶ παρέλκον οἶμαι μηκύνειν ἐνταῦθα, τῶν λειπομένων κεφαλαίων πρὸς ἑαυτὰ τὸν 83.460 λόγον ἑλκόντων. Τὴν περὶ τῶν θείων τοίνυν ὀνομάτων προστεθεικὼς ἑρμηνείαν ἐπ' ἐκεῖνα μεταβήσομαι. Ἐπειδὴ γὰρ οἱ ἐμβρόντητοι, τῶν Ἑβραϊκῶν ὀνομάτων οὐκ ἐγνωκότες τὴν σημασίαν, διαφόρους ἐνόμισαν εἶναι θεοὺς, τὸν Ἀδωναῒ, καὶ τὸν Ἐλωῒ, καὶ τὸν Σαβαὼθ, προὔργου νομίζω τί σημαίνει τούτων ἕκα στον κατὰ τὴν Ἑλλάδα γλῶτταν ἐπιδεῖξαι τοῖς ἀγνοοῦσι. Τὸ Ἐλὼθ τοίνυν ὄνομα, Θεὸς ἑρμηνεύεται· τὸ δὲ Ἐλωῒ, ὁ Θεός μου· τὸ δὲ Ἢλ ψιλούμενον μὲν καὶ αὐτὸ δηλοῖ τὸν Θεὸν, δασυνόμενον δὲ τὸν ἰσχυρόν· τὸ δὲ Ἀδωναῒ, τὸν Κύριον· τὸ δὲ Κύριος Σαβαὼθ, Κύριος τῶν δυνάμεων ἑρμηνεύεται, ἢ Κύριος στρα τιῶν. Καὶ γὰρ παρ' Ἕλλησι τὰ στρατιωτικὰ τάγματα, δυνάμεις καλοῦνται. Τὸ δὲ Σαδδαῒ, τὸν ἱκανὸν καὶ δυνατὸν σημαίνει· τὸ δὲ Ἀϊὰ τὸν ὄντα. Τοῦτο καὶ ἀνεκφώνητον ἦν παρ' Ἑβραίοις. Σαμαρεῖται δὲ Ἰαβαὶ αὐτὸ λέγουσιν, ἀγνοοῦντες τὴν τοῦ ῥήματος δύναμιν. Ταῦτα μὴ νενοηκότες οἱ παρα πλῆγες θεοὺς διαφόρους ἐκάλεσαν. Ἡμεῖς δὲ ἐπὶ τὰ λοιπὰ τοῦ συγγράμματος βαδιούμεθα. ∆ʹ. -Περὶ δημιουργίας. Ἐπιδεῖξαι δὲ χρὴ πρὸ τῶν ἁπάντων, ὡς τῆς κτί σεως ὑπάρχει δημιουργὸς, οὐχ ὁ μορφωθεὶς, κατὰ τὸν Βαλεντίνου μῦθον, ἐκ τοῦ πάθους τῆς Ἀχαμὼθ, καὶ μετὰ πέντε καὶ τριάκοντα προβολὰς Αἰώνων ἐξ ἐπιστροφῆς καὶ πάθους γεγεννημένος· οὐδὲ ἄγγελοί τινες, κατὰ Βασιλίδην, καὶ Κήρινθον, καὶ τοὺς ἄλ λους, ὧν τὸν Ἰαδαβαὼθ ἄρχειν φασίν· οὐδέ γε, κατὰ τὸν Μαρκίωνα τὸν βδελυρὸν, ἄλλον τινὰ παρὰ τὸν ἀγαθὸν ποιητὴν εἶναί φαμεν, ἀλλὰ τὸν τῶν ἁπάντων Θεὸν σὺν τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ πανα γίῳ Πνεύματι τὰ πάντα δημιουργῆσαι, καὶ ἐδιδά χθημεν, καὶ διδάσκομεν. "Τῷ Λόγῳ γὰρ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στό ματος αὐτοῦ πᾶσαι αἱ δυνάμεις αὐτῶν." Καὶ ἑτέρωθι δὲ, τῆς ὁρωμένης καὶ ἀοράτου κτίσεως μνη μονεύσας, καὶ τὸν ποιητὴν ὑμνῆσαι παρεγγυήσας, ἐπήγαγεν· "Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐ τὸς ἐνετείλατο καὶ ἐκτίσθησαν." Καὶ πάλιν· "Ὁ ἐκτείνων τὸν οὐρανὸν ὠσεὶ δέῤῥιν, ὁ στε