43
ἐξιλεώσηται θύμασι· τὸ γὰρ, "Ὁλοκαύτωμά σου πιανάτω," οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν, Καὶ τὴν ἀναφοράν σου πλείονα ποιήσῃ· τουτέστι τὴν ἀπὸ τῆς εἰρήνης ἄδειαν δοὺς, παράσχῃ σοι καιρὸν, εἰς τὸ πλείοσιν αὐτὸν θυσίαις ἐξιλεώσασθαι. εʹ. "∆ώῃ σοι Κύριος κατὰ τὴν καρδίαν σου· καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι." Τὸν δίκαιον, φησὶ, κριτὴν ἱκετεύομεν, τῇ τῆς ψυχῆς σου καθαρό τητι κατάλληλον τὴν ἀντίδοσιν δοῦναι. ʹ, ζʹ. "Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου· καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματα τῆς καρδίας σου." Σοῦ γὰρ τὰς αἰτήσεις λαμβάνοντος, καὶ ἡμεῖς κοινωνήσομεν τῆς εὐφροσύνης, περιφανεῖς καὶ περίβλεπτοι τῇ τοῦ Θεοῦ δυνάμει γιγνόμενοι. "Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὑτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ." ∆ι' αὐτῶν, φησὶ, μεμαθήκαμεν τῶν πραγμάτων, ὡς τῷ Θεῷ θαῤῥήσας ὁ ἡμέτερος βασιλεὺς, τεύξεται τῆς σωτηρίας· καὶ ἐν τῷ κάτω νεῷ προσφέρων τὰς ἱκετείας, ἄνωθεν δέχεται τὴν βοήθειαν. Ἐπειδὴ γὰρ ἔδειξεν αὐτὸν προσευχό μενον κάτω, δείκνυσιν ἄνωθεν βοηθούμενον· "Ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ." Μέγιστον γὰρ σωτηρίας ἡ τῆς αὐτοῦ δεξιᾶς δύναμις, ἣν τοῖς προσιοῦσιν ὀρέγει. ∆εξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἴρηκε, τὴν θείαν οὕτως ὀνομάζων ἐνέργειαν. ηʹ, θʹ. "Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστη μεν καὶ ἀνωρθώθημεν." Ἐκεῖνοι, φησὶν, ἵπποις καὶ ἅρμασι θαῤῥοῦντες οὐδεμιᾶς ἐκεῖθεν ὠφελείας ἀπώναντο· ἀλλ' ἀοράτως συμποδισθέντες κατέπε σον· ἡμεῖς δὲ τὴν θείαν ἐπικαλεσάμενοι συμμαχίαν, τῆς σωτηρίας προφανῶς τετυχήκαμεν, καὶ οἱονεὶ καταπεπτωκότων τῷ φόβῳ τῶν πολεμίων, ὑπέρ τεροι τῶν δυσμενῶν ἀπεφάνθημεν. ιʹ. "Κύριε, σῶσον τὸν βασιλέα· καὶ ἐπάκου σον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε." Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως, καὶ ἡμᾶς αὐτοὺς, καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μεταλαγχάνειν διηνεκῶς ἱκετεύομεν, ∆έσποτα.
80.1004 ΕΡΜΗΝ. ΤΟΥ Κ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Μετὰ τὴν νίκην ἐκείνην τὴν λαμπρὰν
καὶ περιφανῆ, καὶ τῶν Ἀσσυρίων τὸν ἀόρατον ὄλεθρον, ὁ μακάριος ἠῤῥώστησεν Ἐζεκίας. Καὶ διὰ τοῦ προφήτου Ἡσαΐου μαθὼν, ὡς τεθνήξεται, δάκρυσι θερμοῖς ἱλεωσάμενος τὸν Θεὸν, καὶ τῆς νόσου τὴν ἀπαλλαγὴν ἔλαβε, καὶ πέντε καὶ δέκα ἐνιαυτῶν ζωῆς ἐπαγγελίαν ἐδέξατο. Πάλιν τοίνυν ὁ θεῖος ∆αβὶδ, ὡς ἐκ προσ ώπου τοῦ λαοῦ, καὶ τοῦτον ἔγραψε τὸν ψαλμὸν, ἐπὶ τῇ τοῦ βασιλέως ὑγιείᾳ τὸν Θεὸν ἀνυμνῶν. βʹ, γʹ. "Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς· καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ· καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν." ∆υνατὸς ὢν, φησὶ, καὶ φιλάν θρωπος, εὐμενῶς ἐδέξω τοῦ βασιλέως ἡμῶν τὴν προσευχήν· καὶ πάσας αὐτῷ δέδωκας τὰς αἰτήσεις· μᾶλλον δὲ μείζους τῶν αἰτήσεων δωρεὰς ἐδωρήσω. Τοῦτο γὰρ ἐπήγαγεν. δʹ. "Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστό τητος· ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου." Τὴν βασιλείαν γὰρ οὐκ αἰτηθεὶς παρέσχες αὐτῷ· οἰκείᾳ δὲ φιλοτιμίᾳ τῷ βασιλικῷ στεφάνῳ τὴν κεφαλὴν αὐτοῦ κατεκόσμησας. εʹ. "Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρό τητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος." Ἔλαβε, φησὶν, ὅπερ ἱκέτευσε, καὶ τετύχηκε ζωῆς ἣν ἐπόθησε. Τὸ γὰρ αἰῶνα αἰῶνος καὶ τὸν μέλλοντα βίον παραδη λοῖ, [τὸν τοῖς ἁγίοις ηὐτρεπισμένον,] ὃς τὸ ἀνώλε θρον ἔχει. ʹ. "Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν." Οὐ γὰρ μόνον σωτηρίαν αὐτῷ δεδώρησαι, ἀλλὰ καὶ περιφανῆ καὶ ὑψηλὸν πεποίηκας αὐτὸν, καὶ περί βλεπτον, τῷ τε τῶν πολεμίων παραδόξῳ θανάτῳ, καὶ τῷ τὸν ἥλιον τὴν ἐναντίαν δραμεῖν. Οὕτω δὲ τοῦτο πανταχοῦ γῆς καὶ θαλάττης ἐγένετο γνώρι μον, ὡς τῶν Βαβυλωνίων τὸν