43
παρασυναγωγὴ διὰ προτέρας συνελεύσεως ἐν τῇ τοῦ μοιχοζεύκτου παραδοχῇ καὶ συνιερουργίᾳ κατὰ τὸν θεῖον Βασίλειον χρηματίσαντες, ἀλλ', ὡς ἂν ἑαυτοῖς αἱρέσεως τελείας ὄνομα περιποιήσωνται, δι' ἑτέρας συνόδου δημοσίας τοὺς μὴ τῇ παρανόμῳ αὐτῶν κακοδοξίᾳ συγκαταθεμένους, μᾶλλον δὲ ὅλην τὴν καθολικὴν ἐκκλησίαν, ἀναθεματισμῷ ὑποβεβλήκασι, τοὺς ἤδη φθάσαντας ἐπὶ προσώπου αὐτῶν πόρρω που οὓς μὲν ἐξοστρακίσαντες, οὓς δὲ φυλακαῖς κατέχοντες, διωγμὸν κατὰ τὸ σύνηθες τῶν ἐνταῦθα πάλιν καινουργήσαντες. καὶ τὸ δικαίωμα αὐτοῖς λόγου πονηροῦ κραταίωμα. οἰκονομίαν οὖν τὴν ζευξιμοιχείαν δογματίζουσιν· ἐπὶ τῶν βασιλέων τοὺς θείους νόμους μὴ κρατεῖν διορίζονται· τοὺς ὑπὲρ ἀληθείας καὶ δικαίου μέχρις αἵματος ἐνστάντας, ὥσπερ τὸν Πρόδρομον καὶ Χρυσόστομον, μιμεῖσθαι ἀπαγορεύουσιν· ἕκαστον τῶν ἱεραρχῶν ἐξουσιάζειν ἐν τοῖς θείοις κανόσι παρὰ τὰ ἐν αὐτοῖς κεκανονισμένα ἀποφαίνονται. Καὶ διὰ τοῦτο, ὁπόταν τύχῃ καὶ κρυπτῶς καὶ ἐμφανῶς ἁλῶναί τινα τῶν ἱερωμένων καθαιρετικοῖς κανόσι, τῇ τοῦ βουλομένου ἐξουσίᾳ μένειν ἀκαθαίρετον. καὶ μάρτυς τοῦ λόγου ὁ διαφόροις κανόσι σὺν ἄλλοις κεκρατημένος μοιχοζεύκτης καὶ συλλειτουργῶν αὐτοῖς δημοσίᾳ. τοὺς παρανομίας ὡς οἰκονομίας ποιοῦντας ἄλλους τε καὶ ἑαυτοὺς ἁγίους ἐν τούτῳ ὀνομάζουσι καὶ τοὺς μὴ ταύτας προσιεμένους ὡς ἠλλοτριωμένους θεοῦ ἀναθεματίζουσι· μάρτυς δὲ κἀνταῦθα τοῦ λόγου ὧν καὶ ὁ διωγμός. τί οὖν ἔστιν ἐν τούτοις, ὦ μάκαρ, εἰπεῖν ἢ τὸ ἀποστολικὸν ἐκεῖνο, ὅτι νῦν πολλοὶ ἀντίχριστοι γεγόνασιν, εἴπερ μὴ ὑπὸ τῶν θείων νόμων καὶ κανόνων πάντες ἄνθρωποι ἐξουσιαζόμεθα; Τούτων ἤδη ἀψευδῶς ὑπὸ τῆς εὐτελείας ἡμῶν ἀνενεχθέντων ἐκείνην τὴν φωνήν, ἣν ὁ κορυφαῖος σὺν τοῖς λοιποῖς ἀποστόλοις προσήγαγεν Χριστῷ, ἡνίκα ὁ τῆς θαλάσσης κλύδων ἐπεγείρετο, προσφέρομεν τῇ χριστομιμήτῳ σου μακαριότητι· σῶσον ἡμᾶς, ἀρχιποιμὴν τῆς ὑπ' οὐρανὸν ἐκκλησίας, ἀπολλύμεθα. μίμησαί σου τὸν διδάσκαλον Χριστὸν καὶ ὄρεξον χεῖρα τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ, ὡς ἐκεῖνος Πέτρῳ, ὅσον ὁ μὲν ἀρχομένῳ καταποντίζεσθαι ἐν τῇ θαλάσσῃ, αὐτὸς δ' αὖ καταποντισθείσῃ ἤδη ἐν τῷ τῆς αἱρέσεως βάθει. ζήλωσόν σου, δεόμεθα, τὸν ὁμώνυμον πάπαν, καὶ ὡς ἐκεῖνος τηνικαῦτα τῆς Εὐτυχιανικῆς αἱρέσεως ἀναφυείσης λεόντειόν πως διηγέρθη τῷ πνεύματι, ὡς ἴσασι πάντες, ταῖς δογματικαῖς αὐτοῦ ἀποστολαῖς, οὕτω καὐτός, τολμῶ λέγειν, φερωνύμως βρύξον θείως, μᾶλλον δὲ βρόντησον κατὰ τῆς παρούσης κακοδοξίας τὰ εἰκότα. εἰ γὰρ οὗτοι ἑαυτοῖς ἐξαυθεντήσαντες αἱρετικὴν σύνοδον ἐκπληρῶσαι οὐκ ἔδεισαν καίπερ, εἰ καὶ ὀρθόδοξον, οὐκ ἄνευ τῆς ὑμῶν εἰδήσεως ἐξουσιάζοντες, ὡς τὸ ἄνωθεν κεκρατηκὸς ἔθος, πόσῳ γε μᾶλλον εὔλογον καὶ ἀναγκαῖον ἂν εἴη, ὑπομνήσκομεν φόβῳ, ὑπὸ τῆς θείας πρωταρχίας σου ἔννομον κροτηθῆναι σύνοδον, ὡς ἂν τὸ ὀρθόδοξον τῆς ἐκκλησίας δόγμα τὸ αἱρετικὸν ἀποκρούσηται καὶ μήτε ἡ κορυφαιότης σου σὺν ἅπασι τοῖς ὀρθοδόξοις ἀναθεματίζοιτο παρὰ τῶν νέων κενοφώνων μήτ' αὖ ὁρμητήριον ἀνομίας τὴν μοιχοσύνοδον εὑρίσκοντες οἱ βουλόμενοι κατολισθαίνουσιν εὐπετῶς πρὸς τὴν ἁμαρτίαν. Ταῦτα ὡς τὸ ἀνῆκον τῇ οὐθενότητι ἡμῶν ἀναγγελκότες ὡς ἐλάχιστα μέλη τῆς ἐκκλησίας καὶ τῇ ὑφ' ὑμῶν ὑπείκοντες θείᾳ ποιμεναρ χίᾳ, τὸ λοιπὸν ἐξαιτοῦμεν τὴν ἁγίαν αὐτῆς ψυχὴν λογίζεσθαι ἡμᾶς ὡς οἰκεῖα αὐτῆς πρόβατα καὶ ταῖς ἱεραῖς προσευχαῖς πόρρωθεν φωτίζειν καὶ στηρίζειν· εἰ δὲ καὶ διδαχαῖς, τῆς σῆς ἂν εἴη θείας συγκαταβάσεως. ἐπεὶ καὶ Χριστὸς Αὐγάρῳ ἐπέστειλεν καὶ πολλοὶ τῶν ὑφειμένων παρὰ ἀποστόλων καὶ ἁγίων γράμματα δέξασθαι κατηξιώθησαν. παρ' ἐμοῦ δὲ μόνου τοῦ ἁμαρτωλοῦ καὶ τηρουμένου ἐν φυλακῇ ἡ ἐπιστολὴ διὰ τὸ τὸν πατέρα καὶ σύνδουλόν μου τὸν ἐγκλειστὸν τόν τε ἀρχιεπίσκοπον Θεσσαλονίκης καὶ ἀδελφὸν ἡμῶν εἰς ἑτέρας νήσους ὡσαύτως τηρουμένους. πλὴν καὶ αὐτοὶ δι' ἐμοῦ καὶ σὺν ἐμοὶ τὰ αὐτὰ καὶ φθέγγονται καὶ