43
γυμνασθῆναι κανονικῶς τὰ κατὰ Νεστόριον. τότε ὁ βασιλεὺς Θεοδόσιος γράφει πᾶσι τοῖς ὑπ' αὐτὸν ἐπισκόποις παραγενέσθαι εἰς Ἔφεσον χωρὶς πάσης ὑπερθέσεως μετὰ τὸ πάσχα, ὁρίσας ὅτι "οὐδεμίαν ἕξει πρὸς θεὸν οὐδὲ πρὸς ἡμᾶς ἀπολογίαν ὁ μὴ τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς εὑρισκόμενος ἐν τῇ συνόδῳ εἰς Ἔφεσον." ὁ δὲ τῆς Ῥώμης Κελεστῖνος γράφει Κυρίλλῳ τῷ Ἀλεξανδρείας τὸν αὐτοῦ τόπον ἐπέχειν ἐν τῇ συνόδῳ, διὰ τὸν τῆς θαλάσσης κόπον τοῦ χειμῶνος μὴ δυνηθεὶς εὑρεθῆναι. κεʹ. ιηʹ. θʹ. γʹ. ιεʹ. ιηʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Ἐφέσῳ ἁγία καὶ οἰκουμενικὴ τρίτη σύνοδος τῶν σʹ πατέρων συνηθροίσθη. πάντων τοίνυν τῶν ἐπισκόπων 90 ἐλθόντων, Ἰωάννης ὁ Ἀντιοχείας καὶ οἱ ἀνατολικοὶ οὐκ ἀπήντησαν τῇ ὡρισμένῃ προθεσμίᾳ, καὶ τῇ ιϛʹ ἡμέρᾳ μετὰ τὴν ὡρισμένην, τοῦ Ἰωάννου μὴ ἐλθόντος, ἔφθασεν ὁ Νεστόριος μετὰ πολλῆς τῆς ἀλαζονείας. καὶ τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς ἐκροτήθη ἡ σύνοδος, Νεστορίου καὶ Κυρίλλου καὶ Ἰουβεναλίου προκαθεσθέντων, τοῦ δὲ Κυρίλλου τὸν τόπον τοῦ Ῥώμης ἐπέχοντος. καὶ πάντων θεολογούντων λέγει ὁ Νεστόριος [μετὰ πολλῆς τῆς ἀλαζονείας]· "ἐγὼ τὸν γενόμενον διμηναῖον καὶ τριμηναῖον οὐκ ἂν θεὸν ὀνομάσοιμι. καὶ διὰ τοῦτο καθαρός εἰμι ἀπὸ τοῦ αἵματος ὑμῶν· καὶ ἀπὸ τοῦ νῦν πρὸς ὑμᾶς οὐκ ἐπανέρχομαι." καὶ ταῦτα εἰπὼν ἐξῆλθε μετὰ ἓξ ἐπισκόπων τῶν γνώμῃ ἀκολουθησάντων αὐτῷ. οἱ δὲ περὶ Κύριλλον τῇ ἑξῆς συνελθόντες ἀπέστειλαν τρεῖς ἐπισκόπους καλέσαι αὐτόν, καὶ οὐχ ὑπήκουσεν. ὁμοίως καὶ δεύτερον καὶ τρίτον [καὶ τέταρτον] προσκληθεὶς ὑπὸ τῆς συνόδου οὐ παρεγένετο, ἀλλὰ καὶ τοὺς σταλέντας ὑβρισθῆναι καὶ ἀτιμασθῆναι παρεκέλευσεν. τότε ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος ὑβρισμένους καὶ ἠτιμασμένους δεξαμένη τοὺς ἀποσταλέντας ἐπισκόπους ἀπεφήνατο κατ' αὐτοῦ καὶ ἀλλότριον αὐτὸν ὥρισε παντὸς ἱερατικοῦ ἀξιώματος· καὶ ἀπέστειλαν αὐτῷ εἰς πρόσωπον τὴν οἰκείαν καθαίρεσιν. τούτων οὕτω τελεσθέντων, ἦλθε μετὰ τρεῖς ἡμέρας Ἰωάννης, ὁ Ἀντιοχείας ἐπίσκοπος, κϛʹ ἐπισκόπους ἔχων μεθ' ἑαυτοῦ, οἵ τινες μαθόντες καθαιρεθέντα Νεστόριον, ἀποσχίσαντες τῆς ἁγίας συνόδου καὶ μετὰ Νεστορίου συνεδρεύσαντες καθεῖλαν, ὡς ἐνόμισαν, Κύριλλον καὶ Μέμνονα τὸν Ἐφέσιον. Θεοδώρητος μέντοι νομίσας Κύριλλον καταδραμεῖν, τὰ δώδεκα κεφάλαια παρεξηγησάμενος ἐκεῖσε τὸν Νεστορίου ἐξήμεσεν ἰόν. ὁ δὲ ἐν ἁγίοις Κύριλλος γενναίως διαναστὰς ὑπὲρ τῶν αὐτῶν κεφαλαίων ἀπελογήσατο, ἑρμηνεύων αὐτὰ καὶ τὸν ἐν αὐτοῖς ἐκκλησιαστικὸν θησαυρὸν ἀνακαλύπτων καὶ τὸν οἰκεῖον εὐσεβῆ σκοπὸν φανεροποιῶν πᾶσιν. ὑπὸ δὲ τῆς ἁγίας συνόδου κληθεὶς ὁ Ἰωάννης, ὁ τῆς Ἀντιοχέων, ἐκ τρίτου καὶ μὴ ὑπακούσας τοῦ παραγενέσθαι, ἀπόφασιν ἐδέξατο 91 σὺν τοῖς μετ' αὐτοῦ ὡς ἀλλοτριοῦσθαι πάσης ἐκκλησιαστικῆς κοινωνίας, ἄχρις ἂν ἑαυτῶν καταγνόντες τὸ οἰκεῖον ὁμολογήσωσι σφάλμα. καὶ τοῦτο δὲ ἡ ἁγία ὥρισε σύνοδος, ὥστε τὰ παρὰ τῶν ἀνατολικῶν ἀθέσμως καὶ ἀκανονίστως ἐφ' ὕβρει τῶν ἁγιωτάτων τῆς ἐκκλησίας προέδρων Κυρίλλου καὶ Μέμνονος ἰσχύν τινα μηδ' ὅλως ἔχειν. τούτων τοίνυν πάντων δι' ἀναφορᾶς τῷ βασιλεῖ Θεοδοσίῳ ἀνενεχθέντων, ἐκελεύσθησαν ἐκ τῶν ἀμφοτέρων μερῶν ἐπίσκοποι ἀνελθεῖν ἐν Κωνσταντινουπόλει, καὶ ἀνελθόντες τῇ συνεργίᾳ τοῦ θεοῦ ἐνίκησαν οἱ τῆς ἁγίας συνόδου· καὶ κυρωθείσης τῆς καθαιρέσεως Νεστορίου, Μαξιμιανὸς χειροτονεῖται ἐπίσκοπος ἐν Κωνσταντινουπόλει, πρεσβύτερος ὢν τῆς αὐτῆς ἐκκλησίας. οἱ δὲ ἀνατολικοὶ ἔλαβον τὸν Νεστόριον μεθ' ἑαυτῶν εἰς ἀνατολήν. τῷ δὲ τετάρτῳ χρόνῳ τῆς Νεστορίου καθαιρέσεως Ἰωάννης, ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, τὸν τοῦ θεοῦ φόβον κεκτημένος, βλέπων πολλοὺς τῶν κατὰ τὴν Ἀντιόχειαν λογάδων ὑπὸ Νεστορίου νοθευομένους γράφει παρακαλῶν τὸν βασιλέα τοῦτον ἐξεῶσαι τῆς ἀνατολῆς. ὁ δὲ βασιλεὺς τὸν μὲν Νεστόριον ἐξώρισεν ἐν τῇ Ὀάσει, προστάγματα δὲ ἐκπέμπει Κυρίλλῳ καὶ Ἰωάννῃ ἀνυπερθέτως ἑνωθῆναι πρὸς τὸ ἀπαλλάξαι τὰς ἐκκλησίας διχονοίας ἁπάσης. εἶξε δὲ τῷ προστάγματι Ἰωάννης καὶ γράφει Κυρίλλῳ