Synopsis scripturae sacrae

 Βεηρὶ, ἐν ἡμέ ραις Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίοβασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς,βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.

 παρ' Ἑβραίοις καὶ τὴν Ἐσθήρ· καὶ τὴν μὲν Ῥοὺθ, μετὰ τῶν Κριτῶν ἑνουμένην, εἰς ἓν βιβλίον ἀριθμεῖσθαι· τὴν δὲ Ἐσθὴρ εἰς ἕτερον ἕν· καὶ οὕτω πάλιν εἰς ε

 Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκ κλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰη σοῦ Χριστῷ.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος,

 ἐξώθησις, ἥ τε τοῦ Ἄβελ παρὰ τοῦ ἀδελφοῦ Κάϊν ἀναίρεσις, καὶ ἡ τοῦ Ἐνὼχ μετάθεσις, καὶ ἡ κατασκευὴ τῆς κιβωτοῦ, καὶ ὁ ἐπὶ Νῶε γενόμενος κατακλυσμὸς, ἥ

 τὰς ἐν πλαξὶ δέκα ἐντολὰς ταύτας· πρώ την, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δευτέραν, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρί την, Οὐ λήψῃ τὸ

 αὐτοῖς πη δᾷν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βροῦχος, ὁ ἀτταγᾶς, ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιομάχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ, καὶ

 θυσιαστη ρίου, καὶ ὅρος τῶν χρόνων τῆς λειτουργίας τῶν Λευιτῶν· ὥστε ἀπὸ μὲν εἴκοσι καὶ πέντε ἐτῶν ἄρχεσθαι αὐτοὺς λειτουργεῖν· πεντήκοντα δὲ ἐτῶν γεν

 ἐν Γαὶ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μοάβ· ἀπὸ Γαὶ εἰς ∆αιβωνγάδ· ἀπὸ ∆αιβωνγὰδ εἰς Γελμωνδαιβλα θέμ· καὶ ἀπὸ Γελμωνδαιβλαθὲμ ἐπὶ τὰ ὄρη τὰ 28.308 Ἀβαρεὶ

 προστάγματα· καὶ ὑπομιμνήσκει πάλιν τὸν λαὸν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν αὐτῷ τήν τε ἀπ' Αἰγύπτου ἔξοδον, καὶ πάσας τὰς γε γενημένας αὐτ

 εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον

 Βιβλίον ηʹ, Ῥούθ. Οὕτω λέγεται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ῥοὺθ ἱστορίαν μόνην περιέχει. Ἔστι δὲ αὕτη ἡ Ῥοὺθ τὸ μὲν γένος Μωαβῖτις, καὶ ἐν σωφ

 καὶ ἐπελθόντων τῶν ἀλλοφύλων, τοῦ τε λαοῦ φυγόντος, μόνος ἐστηλώθη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ κριθὴν ἔσωσε. Τρεῖς δὲ δυνατοὶ ἀπὸ τῶν τριά

 Σηλωνίτου, καὶ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας· καὶ περὶ Ἠλίου καὶ Ἐλισσαίου, καὶ τοῦ προφητεύσαντος τῷ Ἀχαὰβ περὶ τοῦ υἱοῦ Ἀδὲρ,

 ὁ υἱὸς ∆αβὶδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐ

 Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ἐτῶν ὄντα ὀκτώ· καὶ ἐποίησε τὸ εὐ θὲς ἐν πάσῃ ὁδῷ ∆αβὶδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ.

 καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ἓξ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτ

 εὐνούχου Ἰουδαίου. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου αὕτη· Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ὧν εἷς ἦν ὁ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι, τεθείσης ἐπ

 κλειομένου, καὶ τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ ἀριστερῶν ἱστάναι· καὶ οὕτως, τοὺς μὲν ψάλλειν, καὶ αἰνεῖν, καὶ ᾄδειν, καὶ ὑμνεῖν τὸν Θεόν· τοὺς δὲ ἀνα

 «Αἶνος ᾠδῆς,» ʹ, βʹ, δʹ· ὁ δὲ, «Αἰνέσεως,» ρμδʹ. Πάλιν οἱ μήτε «Τῷ ∆αβὶδ» ἐπιγράφοντες, ἀλλὰ ἄλλοις ἀναφερόμενοι, εἰσὶν οὗτοι, ληʹ, μαʹ, μγʹ, μδʹ, μεʹ

 χρισθῆναι· ὁ κηʹ, Ἐξοδίου σκηνῆς· ὁ κθʹ, Τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· ὁ λʹ, Ἐκστάσεως· ὁ λαʹ, Συνέσεως· ὁ λγʹ, Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον

 ὀνομάζεται Σοφία Σολομῶντος. Παροιμίας δὲ ἐπέγραψε τὸ παρὸν βιβλίον, ἐπειδὴ παροιμίαι εἰσὶ λόγοι σοφῶν, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλο

 εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν· οἷά εἰσι· «∆ιεσώθη ἀπὸ τοῦ καύ ματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος·» καὶ πάλιν·

 εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει·» καὶ, «Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κα κά·» καὶ, «Μῖσος ἐ

 Αἰγύπτιοι μὲν ἐφαντάζοντο, Ἕλληνες δὲ ἔμελλον περὶ τούτων μυθολογεῖν· διὰ τοῦτο οὗτος, Πνεύματι ἁγίῳ κινούμενος, παύει μὲν τοὺς ἐπιχειροῦντας περὶ τού

 μετὰ ἀλλη γορίας αἰνιγματώδους. Οὐ γὰρ ἐν τῷ προφανεῖ, ἀλλ' ἐν ἀποῤῥήτῳ κέκρυπται τῶν ἐν αὐτῷ δογμάτων ὁ νοῦς. Ἐρευνώμενος δὲ εὑρίσκεται, διότι μετὰ ἀ

 γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πάλιν πρὸς αὐτὴν καὶ πρὸς τὸ ἀνθρώπινον γένος· εἶτα τῶν ἐθνῶν πρὸς τὴν Ἱερ

 παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαί ρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὥσπερ μεμφομένην, ἀπολο γεῖται περὶ ἑαυτῆ

 γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον τρεῖς αὐτοῦ φίλοι παρακαλέσαι αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυ χαίων τύραννος, Σοφὰρ ὁ Μιναίων βασιλε

 ἀπαγγέλλει οὗτος κατὰ τῆς Ἰδουμαίας καὶ τοῦ τέλους αὐτῆς, καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμ παροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ

 κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε. Καὶ τὸ πλεῖστον τῆς προ φητείας αὐτοῦ ἐστιν εὐαγγέλια περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου το

 Τῷ τε ἄρχοντι Τύρου, καὶ θρῆνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐ τοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ. Καὶ τὸ τε λευταῖον τὴν οἰκοδομὴν τοῦ ναο

 ἐβούλετο τὸν Μαρδοχαῖον εἰς αὐτὸ τῇ ἑξῆς ἡμέρᾳ κρεμάσαι· ὁ δὲ βασιλεὺς, κατά τινα πρό νοιαν ἀγαθὴν ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶ

 ἀγνοούντων τῶν στρατιωτῶν αὐτοῦ. Καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύ ριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδρα μόντες, κατέκοψαν τοὺς Ἀσσυρίους. Οὕτω δ

 υἱὸς αὐτοῦ Τωβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς ἑαυτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς τῆς Νινευῒ, ἀπέθανεν ἐτῶν ρζʹ. Βιβλίον Σοφ

 ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτη ρία τοῦ λαοῦ δι' ὄφεως

 δεῖν τε ἐξιλάσκεσθαι αὐτὸν, καὶ μὴ πορευθῆναι ἐν ἐπιθυμίᾳ καρδίας. Περὶ τοῦ μὴ περι φέρεσθαι παντὶ ἀνέμῳ, καὶ περὶ φλυαρίας καὶ ὑπερ ηφανίας· περὶ φιλ

 διδασκαλίας χρημάτων, μεγιστάνων, καὶ ἡγουμένων, υἱῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ· περὶ οἰκέτου κακούργου. Περὶ ἐνυπνίων ἀσυνέτων· περὶ πλάνης καὶ πολ

 ἦν Ἰεζεκίας ταπεινόφρων, καὶτοῦ Ἡσαΐου φίλος, καὶ τοῦ Ῥαμψάκη ἀναιρέτης. Ὡςἐλυτρώσατο Κύριος τὸν Ἰσραὴλ ἐν χειρὶ Ἡσαΐου, πατάξας τὴν παρεμβολὴν τῶν Ἀσ

 γραμματεὺς κωλύεται ἀκολουθῆσαι, καὶ ὁ μαθητὴς ἀναγκάζεται. Παύει τὸν χειμῶνα τῆς θαλάσσης. Οἱ δαίμονες εἰς τοὺς χοίρους ἐμπίπτουσιν. Ἦλθεν ὁ Ἰησοῦς ε

 πολλούς. Ἐπέλυσε τὸ τοῦ ἀποστασίου. Περὶ τρόπου εὐνουχισμοῦ διαλέγεται. Εὐλογεῖ τὰ παιδία. Προσέρχεται ὁ πλούσιος. Ἐρωτῶσιν οἱ μαθηταί, «Τίς δύναται σ

 τελωνῶν. Ἐγκαλοῦσιν οἱ Φαρισαῖοι ὑπὲρ τούτου. Οἱ μαθηταὶ Ἰωάννου ὑπὲρ τῆς νηστείας αἰτιῶνται· ὁ δὲ ἀπολογεῖται. ∆ιέρχεται διὰ τῶν σπορίμων. Θεραπεύει

 Θεοῦ. Ἀρνεῖται Πέτρος. Ἄγεται πρὸς Πιλᾶτον ὁ Ἰησοῦς·σταυροῦται. Ἦν ἐκεῖ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ, καὶ ἡ Μαγδαληνὴ, καὶ Σαλώμη. Λαμβάνει ὁ Ἰωσὴφ τὸ σ

 στρέφεται εἰς τὰ ὀπίσω.» Ἀνέδειξεν ἑβδομήκοντα μαθητὰς, καὶ πέμπει αὐτοὺς ἀνὰ δύο, παραινέσας μηδὲν βαστάσαι. Ὀνειδίζει ταῖς πόλεσι. Τότε λέγει· «Ὁ ἀκ

 Εἶτα προσκαλεῖται τὰ παιδία. Προσέρχεται ὁ πλούσιος ἐρωτῶν, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσει. Περὶ τοῦ πάθους λέγει τοῖς μαθηταῖς· οἱ δὲ οὐ συν ῆκ

 Πέτρος· «Ῥήματα ζωῆς αἰω νίου ἔχεις, πρὸς τίνα ἀπελευσόμεθα;» Σκηνοπηγίας οὔσης, προτρέπονται αὐτὸν οἱ ἀδελφοὶ ἀνελθεῖν ἐν τῷ ἱερῷ. Ὁ δὲ ὕστερον ἀνῆλθ

 Ἰωάννην. Οἱ δὲ ἀπῆλθον, καὶ πά λιν ἀνεχώρησαν. Βλέπει τοὺς ἀγγέλους ἡ Μαρία, εἶτα τὸν Ἰησοῦν, καὶ διαλέγεται αὐτῇ. Εἶτα ἐπέστη τοῖς μαθηταῖς κεκλεισμέ

 καὶ λέλυνται αὐτῶν τὰ δεσμά. Ἀπὸ τοῦ χρωτὸς Παύλου ἀπέφερον σουδάρια ἐπὶ τοὺς ἀσθενοῦντας καὶ δαιμονιῶν τας, καὶ ἐθεραπεύοντο. Παῦλος ἐν Τρωάδι πεσόντ

 μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπώλειαν, ὥσπερ καὶ τῶν παραβάντων ἀγγέλων γέ γονε. Προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι, ἐν αἷς

 Καὶ πρῶτον μὲν ἀποδέ χεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα, διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ' ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ

 θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ τῷ κτίστῃ λατρεύσαντας. Αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον· ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεω

 ἀποδέχεται δὲ αὐτοὺς ποιοῦντας τὰ σχίσματα, ἀλλὰ καὶ συμβουλεύει μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ' ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι· ἔπειτα, ἐπιτιμήσας τῷ τὴν μ

 λοιπὸν αὐτοῖς μηκέτι προσέχειν τοῖς ἀπατήσασιν, ἀλλὰ μᾶλλον ἔχεσθαι τῆς ἐν Χριστῷ πίστεως, καὶ γινώσκειν, ὅτι ἡ ἐν Χριστῷ χάρις καταργεῖ τὴν κατὰ σάρκ

 ἐμμένειν τῇ πίστει, σημαίνων, ὅτι αὐτὸς Παῦλος διάκονός ἐστι τοῦ Εὐαγγελίου, ἐν ᾧ κατηχή θησαν· εἶτα δὲ καὶ περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ βρωμάτων δι

 ἀτάκτων, ἀλλὰ καὶ ἀποβάλλειν αὐτούς. Εἶναι γὰρ καὶ περιέρ γους καὶ πλάνους ἐδήλωσε τοὺς τοιούτους. Καὶ καθ όλου δὲ παρήγγειλε τὸν μὴ ὑπακούοντα τοῖς λ

 δὲ πρόφασις καὶ ταύτης τῆς ἐπιστολῆς ἐστιν οὕτως· Τῶν συναποδημησάντων τῷ Παύλῳ κα ταλειψάντων αὐτὸν, βουλόμενος ὁ Ἀπόστολος τὸν Τιμόθεον ἐλθεῖν πρὸς

 Θυάτειραν, εἰς Σάρδεις, εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. Ἃ δέ εἰσιν ἐν τῇ ὀπτασίᾳ, πολλά εἰσι καὶ διάφορα. Καὶ τέλος τὴν τοῦ Ἀντιχρίστου ἀπώλειαν

 Μακκαβαϊκὰ βιβλία δʹ, Πτολεμαϊκὰ, Ψαλμοὶ καὶ Ὠδὴ Σολομῶντος, Σωσάννα. Ταῦτα τὰ ἀντιλεγόμενα τῆς Παλαιᾶς ∆ιαθήκης. Τὰ δὲ ἀπόκρυφα πάλιν τῆς Παλαιᾶς ∆ια

 ἔτη τῆς τῶν οβʹ ἑρμηνείας. Τρίτη ἑρμηνεία ἐστὶν ἡ τοῦ Συμμάχου. Οὗτος Σαμαρείτης ὢν, καὶ μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου λαοῦ, ὡς φιλαρχίαν νοσῶν, τοῖς Ἰουδ

στρέφεται εἰς τὰ ὀπίσω.» Ἀνέδειξεν ἑβδομήκοντα μαθητὰς, καὶ πέμπει αὐτοὺς ἀνὰ δύο, παραινέσας μηδὲν βαστάσαι. Ὀνειδίζει ταῖς πόλεσι. Τότε λέγει· «Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει.» Εἶτά φησιν· «Ἐθεώρουν τὸν Σατανᾶν πεσόντα, ὡς ἀστρα πήν·» καὶ δίδωσι τοῖς μαθηταῖς ἐξουσίαν κατ' αὐτοῦ, καὶ παραινεῖ μὴ χαίρειν ἐν τούτῳ. Εἶτα ἐξομολογεῖ ται τῷ Πατρὶ, καί φησι τοῖς μαθηταῖς· «Μακάριοι οἱ ὀφθαλμοὶ, οἱ βλέποντες ἃ βλέπετε. Πολλοὶ γὰρ προ φῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε.» Ὁ νομικὸς πει ράζει, καὶ ἡ παραβολὴ λέγεται τοῦ εἰς Ἱεριχὼ κατα βαίνοντος. Μάρθα ἐγκαλεῖ ὑπὲρ τῆς ἀδελφῆς. ∆ιδά σκει εὔχεσθαι τοὺς μαθητὰς, καὶ λέγει τὴν παραβο λὴν τοῦ αἰτοῦντος ἄρτους τὸν φίλον τὸν ἐν τῇ κλίνῃ ὄντα. Θεραπεύει τὸν κωφὸν τὸν δαιμονιζόμενον. Τότε λέγουσιν, ὅτι «Ἐν Βεελζεβοὺλ θεραπεύει.» Εἶτα λέγει· «Ὅταν ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα, πορεύε ται δι' ἀνύδρων τόπων.» Εἶτα γυνή τίς φησι· «Μακαρία ἡ κοιλία,» καὶ τὰ ἑξῆς. Κατακριθήσεσθαι προλέγει τοὺς τότε ὑπὸ Νινευῒ, καί φησι· «Οὐδεὶς, λύχνον ἅψας, ὑπὸ τὸν μόδιον τίθησιν.» Εἰσῆλθεν ἀρι στῆσαι πρὸς Φαρισαῖον. Ὁ δὲ ἐγκαλεῖ, ὅτι οὐκ ἐβαπτίσατο. Τότε λέγει πρὸς αὐτόν· «Ὑμεῖς τὸ ἔξωθεν τοῦ ποτηρίου καθαρίζετε.» Καὶ ταλανίζει αὐτοὺς καὶ τοὺς νομικούς. Εἶτα λέγει· «Οὐδέν ἐστι κρυπτόν·» 28.397 καὶ τὸ, «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα·» καὶ τὸ, «Οὐχὶ πέντε στρουθία·» καὶ, «Ὃς ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα.» Προσέρχεταί τις με ρίσασθαι τὸν κλῆρον μετὰ τοῦ ἀδελφοῦ. Εἶτα ὁ λογι ζόμενος πλούσιος· περὶ τῶν ἀποθηκῶν. Παραινεῖ μὴ μεριμνᾷν περὶ τροφῆς. Περὶ ἐλεημοσύνης λέγει, καὶ τοῦ δεσπότου τοῦ διακονοῦντος τοῖς δούλοις αὐτοῦ, καὶ περὶ τοῦ πιστοῦ δούλου, καὶ περὶ τοῦ εἰδότος τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιοῦντος. Καὶ, «Πῦρ ἦλθον,» φησὶ, «βαλεῖν.» Ἔλεγε δὲ καὶ περὶ τῶν τὸ πρόσωπον τοῦ οὐρανοῦ δοκιμαζόντων. Καὶ τό· «Ἐὰν ὑπάγῃς μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρ χοντα.» Εἶτα τοὺς ὑπὸ Πιλάτου ἀναιρεθέντας Γαλιλαίους, καὶ τοὺς ὑπὸ τοῦ πύργου καταχωσθέντας. Εἶτα ἡ παραβολὴ τῆς ἀκάρπου συκῆς. Τὴν ὑπὸ τοῦ δαίμονος συγκύπτουσαν θεραπεύει ἐν Σαββάτῳ· καὶ ἐγκαλοῦσιν Ἰουδαῖοι· ὁ δὲ ἐπιστομίζει αὐτούς. Εἶτα ἡ παραβολὴ τοῦ σινάπεως, καὶ τῆς ζύμης. Εἶτα ἠρω τήθη, εἰ ὀλίγοι οἱ σωζόμενοι. Παραινεῖ εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, καὶ ἐπάγει· «Ἥξουσιν ἀπὸ ἀνα τολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται.» Εἶτα λέγουσιν αὐτῷ· «Ἔξελθε, ὅτι Ἡρώδης βούλεταί σε ἀνελεῖν.» Καί φησι· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ.» Εἶτα πρὸς τὴν Ἱερουσαλήμ φησι· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου.» Θεραπεύει τὸν ὑδρωπικὸν ἐν οἴκῳ Φαρισαίου. Περὶ πρωτοκλισίας διαλέγεται, καὶ τίνας δεῖ καλεῖν ἐπ' ἄριστον. Εἶτα ἡ παραβολὴ τοῦ δείπνου, καὶ τῶν παραιτησαμένων ἐλθεῖν Παραινεῖ πάντων τῶν οἰκείων καταφρονεῖν, καὶ αὐτῷ ἀκολουθεῖν. Εἶτα ἡ παραβολὴ τοῦ τὸν πύργον οἰκοδομοῦντος, καὶ τοῦ παρασκευαζο μένου εἰς πόλεμον. Εἶτά φησι· «Καλὸν τὸ ἅλας.» Γογγύζουσιν οἱ Φαρισαῖοι, ὅτι τελώνας προσελαμβά νετο. Λέγει παραβολὴν πρὸς αὐτοὺς, τὴν τοῦ ἀπολω λότος προβάτου, τὴν τῆς δραχμῆς, καὶ τὴν τοῦ ἀσώ του παιδός· περὶ τοῦ ἐκβληθέντος οἰκονόμου· περὶ φιλαργυρίας· περὶ ὑπερηφανίας, καὶ ὅτι δεῖ πάντα τὰ ἐν τῷ νόμῳ πληρωθῆναι· περὶ τοῦ ἀπολύοντος τὴν γυναῖκα αὐτοῦ· περὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου. Περὶ τοῦ συγχωρεῖν τῷ πλησίον τὰ ἁμαρτήματα. Καί· «Τίς ἔχων δοῦλον,» φησὶ, «ἀροτριῶντα, οὐκ εἰσελ θόντι ἀπὸ τοῦ ἀγροῦ ἐπιτάττει;» Εἶτα οἱ δέκα λεπροί. Περὶ τῆς παρουσίας αὐτοῦ προλέγει. Περὶ τοῦ πάντοτε προσεύχεσθαι. Εἶπε τὴν τῆς χήρας παρα βολὴν, καὶ τὴν τοῦ ἀδίκου ἄρχοντος. Τότε λέγει· «Ἆρα εὑρήσει τὴν πίστιν ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου;» Ἡ παραβολὴ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.

44