οἴνοις; Οὐ τῶν 2.2.27.5 ἰχνευόντων ποῦ πότοι γίνονται; Ἐνταῦθα μὲν καὶ νεκρὸν ἤδη τῷ λόγῳ τὸν φιλοπότην ἀποφαίνεται, διὰ τῶν ὀφθαλμῶν τῶν πελιδνῶν, ὃ τοῖς νεκροῖς σημεῖον ἐπιφαίνεται, τὸν ἐν κυρίῳ θάνατον αὐτῷ καταγγείλασα· ἡ γὰρ ἀμνηστία τῶν εἰς τὴν ἀληθῆ συντεινόντων ζωὴν ἐπὶ τὴν φθορὰν ῥέπει. 2.2.28.1 Εἰκότως οὖν στερρότατα ὁ παιδαγωγὸς ἀπαγορεύει τῆς ἡμετέρας κηδόμενος σωτηρίας· Μὴ πίνετε οἶνον ἐπὶ μέθῃ. ∆ιὰ τί, πεύσῃ; Ὅτι, φησί, τὸ στόμα σου τότε λαλήσει σκολιά, κατακείσῃ δὲ ὥσπερ ἐν καρδίᾳ θαλάσσης καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ 2.2.28.2 κλύδωνι. Ἐντεῦθεν καὶ ἡ ποιητικὴ ὠφελημένη λέγει· οἶνός τε, ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ' ἂν ἐς ἄνδρας ἔλθῃ, κυμαίνει δ' οἷα Λίβυσσαν ἅλα βορέης ἠὲ νότος, τὰ δὲ κεκρυμμένα πάντα φαίνει, ἁμαρτοεπής· οἶνος μεθύουσιν ὄλισθος, οἶνος ψυχαπάτης 2.2.28.3 καὶ τὰ ἑξῆς. Ὁρᾶτε τοῦ ναυαγίου τὸν κίνδυνον; Περικλύζεται μὲν ἡ καρδία πολυποσίᾳ, τὸ δὲ πλῆθος τῆς οἰνοφλυγίας θαλάττης εἴκασεν ἀπειλῇ, ἐν ᾗ βεβυθισμένον τὸ σῶμα ὥσπερ ναῦς δέδυκεν εἰς βυθὸν ἀκοσμίας ταῖς τοῦ οἴνου τρικυμίαις ἐπικεχωσμένον, ὁ δὲ κυβερνήτης, ὁ νοῦς ὁ ἀνθρώπινος, περιφέρεται τῷ κλύδωνι ὑπερεχούσης τῆς μέθης, ἐνθαλαττεύων τε ἰλιγγιᾷ τῷ ζόφῳ τῆς καταιγίδος, τοῦ τῆς ἀληθείας ἀστοχήσας λιμένος, ἕως ἂν περιπεσὼν ὑφάλοις πέτραις αὐτὸς αὑτὸν ἐξοκείλας εἰς ἡδονὰς διαφθείρῃ. 2.2.29.1 Εἰκότως οὖν καὶ ὁ ἀπόστολος παραγγέλλει· Μὴ μεθύσκεσθε ἐν οἴνῳ, ᾧ ἐστιν ἀσωτία πολλή, τὸ ἄσωστον τῆς μέθης διὰ τῆς ἀσωτίας αἰνιξάμενος. Εἰ γὰρ καὶ τὸ ὕδωρ οἶνον ἐν τοῖς γάμοις πεποίηκεν, οὐκ ἐπέτρεψεν μεθύειν, τὸ δὲ ὑδαρὲς τοῦ φρονήματος ἐζωοποίησεν, τοῦ νόμου τὸν ἐργάτην ἐξ Ἀδάμ, τὸν κόσμον ὅλον αἵματι πληρώσας ἀμπέλου, ποτὸν ἀληθείας, τὸ κρᾶμα τοῦ νόμου τοῦ παλαιοῦ καὶ τοῦ λόγου τοῦ νέου, εἰς συμπλήρωσιν τοῦ χρόνου τοῦ προκατηγγελμένου θεοσεβείᾳ παρασχών. Μυστικὸν ἄρα σύμβολον ἡ γραφὴ αἵματος ἁγίου οἶνον ὠνόμασεν, τὴν δὲ ἐκ τοῦ οἴνου ἑωλοκρασίαν διελέγχουσα ἀκόλαστον οἶνος φησὶν καὶ 2.2.29.2 ὑβριστικὸν μέθη. Ἀρέσκει τοίνυν τῷ λόγῳ τῷ ὀρθῷ χειμῶνος μὲν διὰ τὸ κρύος πίνειν μέχρι τοῦ μὴ ῥιγοῦν, οἷς εὐχερὲς τὸ ῥιγοῦν, τοῦ δὲ ἄλλου καιροῦ διὰ τὴν τῶν ἐντοσθιδίων θεραπείαν. Ὡς γὰρ τροφαῖς ἐπὶ τὸ μὴ πεινῆν, οὕτως καὶ ποτῷ ἐπὶ τὸ μὴ διψῆν χρηστέον, παραφυλάττοντας τὸν ὄλισθον ἀκριβῶς· ἀκροσφαλὴς γὰρ ἡ τοῦ 2.2.29.3 οἴνου παρείσδυσις. Οὕτω δ' ἂν καὶ ἡ ψυχὴ ἡμῶν ὑπάρξαι καθαρὰ καὶ ξηρὰ καὶ φωτοειδής, αὐγὴ δὲ ψυχὴ ξηρὰ σοφωτάτη καὶ ἀρίστη. Ταύτῃ δὲ καὶ ἐποπτική, οὐδέ ἐστιν κάθυγρος ταῖς ἐκ τοῦ οἴνου ἀναθυμιάσεσιν νεφέλης δίκην σωματοποιουμένη. 2.2.30.1 Οὐ πολυπραγμονητέον τοίνυν τὸν οἶνον τὸν Χῖον, ἂν ἀπῇ, οὐδὲ τὸν Ἀριούσιον, ὅταν μὴ παρῇ. ∆ίψα γὰρ ἐνδείας τινός ἐστι πάθος καὶ τὸ κατάλληλον ἐπιζητεῖ βοήθημα πρὸς ἀναπλήρωσιν, οὐ τετυφωμένον ποτόν. Πλαδώσης δὲ ὀρέξεως δι' ἀκρασίαν αἱ διαπόντιοι οἰνηγίαι, παραφρονούσης καὶ πρὸ τῆς μέθης περὶ τὰς ἐπιθυμίας 2.2.30.2 τῆς ψυχῆς. Θάσιός τε γὰρ ὁ εὐώδης καὶ ὁ εὔπνους Λέσβιος καὶ Κρής τις γλυκὺς καὶ Συρακούσσιος ἡδὺς καὶ Μενδήσιός τις Αἰγύπτιος καὶ ὁ νησιώτης Νάξιος καὶ ἀνθοσμίας τις ἄλλος τῆς Ἰταλῶν γῆς, πολλὰ ταῦτα ὀνόματα· σώφρονι συμπότῃ οἶνος εἷς, ἑνὸς γεώργιον 2.2.30.3 θεοῦ. Τί γὰρ οὐκ ἀπόχρη ὁ ἐπιχώριος ἀποπληρῶσαι τὴν ἐπιθυμίαν; Εἰ μή τι καὶ τὸ ὕδωρ ἐποίσονται, ὡς οἱ βασιλεῖς οἱ ἀνόητοι Χόασπις ποταμὸς οὕτω λεγόμενος τῆς Ἰνδικῆς, οὗ κάλλιστον ὕδωρ εἰς πόσιν τὸ Χοάσπειον, καθάπερ καὶ τοὺς φίλους, οὕτω δὲ καὶ τὸ ὕδωρ ἐπαγόμενοι. Ταλανίζει τοὺς πλουσίους εἰς τρυφὴν κἀνταῦθα τὸ ἅγιον πνεῦμα διὰ τοῦ Ἀμὼς ἐκφωνῆσαν· Οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ ἐπὶ κλίνης ἐλεφαντίνης, φησί, κατακείμενοι, καὶ ὅσα τούτοις ἀκόλουθα ἐν ὀνείδους ἐπήγαγεν μέρει. 2.2.31.1 Προνοητέον δὲ μάλιστα τῆς εὐσχημοσύνης-καὶ τὴν Ἀθηνᾶν φησιν ὁ μῦθος, ἥτις ποτὲ ἦν, προμηθουμένην αὑτῆς τῶν