44
Τοῦ δὲ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, παρὰ τοῦ Ἀποσάται, τοῦ ἀμηρᾶ Περσίδος, ἀναιρεθέντος, ἐκράτησεν αὐθεντῶς καὶ κυρίως ὡς δεσπότης καὶ αὐτοκέφαλος τό τε κάστρον τὸ Μανζικίερτ καὶ τὰ λοιπὰ κάστρα καὶ τὰς χώρας, ὅστις καὶ ὑπετάγη τῷ βασιλεῖ μετὰ τῶν ἑτέρων δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη, διὰ τὸ διαφόρως καταπολεμηθῆναι τά τε κάστρα καὶ πραιδευθῆναι καὶ ἀφανισθῆναι καὶ τὰς χώρας αὐτῶν παρὰ τοῦ δομεστίκου τῶν σχολῶν, παρέχοντες τὸν βασιλέα Ῥωμαίων καὶ πάκτα ὑπὲρ τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν. Ἀπὸ δὲ τοῦ προρρηθέντος Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς μὲν τοῦ Συμβατίου, πάππου δὲ τοῦ δευτέρου Ἀσωτίου καὶ τοῦ μαγίστρου Ἀπασακίου, μέχρι ζωῆς τοῦ δευτέρου Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὑπῆρχον τὰ τοιαῦτα τρία κάστρα ὑπὸ τὴν ἐξουσίαν τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ ἐλάμβανεν ἐξ αὐτῶν πάκτα ὁ ἄρχων τῶν ἀρχόντων. Ἀλλὰ καὶ τὸ κάστρον τοῦ Μανζικίερτ μετὰ τῆς χώρας τοῦ Ἀπαχουνῆς καὶ τοῦ Κορὴ καὶ τοῦ Χάρκα ὑπὸ τὴν ἐξουσίαν καὶ ἐπικράτειαν τοῦ αὐτοῦ ἄρχοντος τῶν ἀρχόντων ὑπῆρχεν, ἕως ὅτου Ἀποσεβατᾶς, ὁ ἀμηρᾶς τοῦ Μανζικίερτ, μετὰ τῶν δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη, ὑπετάγησαν τῷ βασιλεῖ, διδόντες καὶ πάκτα ὑπέρ τε τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν· ἐπεὶ δὲ ὁ ἄρχων τῶν ἀρχόντων δοῦλος τοῦ βασιλέως τῶν Ῥωμαίων τυγχάνει, ὡς παρ' αὐτοῦ προβαλλόμενος καὶ τὸ τοιοῦτον δεχόμενος ἀξίωμα, δηλονότι καὶ τὰ ὑπ' αὐτοῦ δεσποζόμενα κάστρα καὶ πολιτεῖαι καὶ χωρία τοῦ βασιλέως τῶν Ῥωμαίων τυγχάνουσιν. Ὅτι τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων τῆς μεγάλης Ἀρμενίας, κρατηθέντος παρὰ τοῦ Ἀποσάται, τοῦ ἀμηρᾶ Περσίδος, καὶ ἀποκεφαλισθέντος παρ' αὐτοῦ, ἐκράτησεν ὁ Ἀποσεβατᾶς, ὁ καθεζόμενος εἰς τὸ κάστρον τὸ Μανζικίερτ, τὸ κάστρον τὸ Χαλιὰτ καὶ τὸ κάστρον τὸ Περκρὶ καὶ τὴν πολιτείαν τοῦ Ἀρζές. Ὅτι ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ὁ Ἀπολεσφούετ καὶὁ ἀνεψιὸς αὐτοῦ καὶ ὁ προγονός, ὁ Ἄχμετ ἐκράτησαν τὸ κάστρον τὸ Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ, καὶ αὐτοὶὑπετάγησαν τῷ Ῥωμαίων βασιλεῖ, καὶ ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ καὶ παρεῖχον καὶ πάκτα, καθὼς καὶ ὁ πρῶτος ἀδελφὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς, ὑπέρ τε τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν. Ὅτι ὁ τρίτος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ,ὁ Ἀποσέλμης, ἐκράτει τὸ κάστρον τὸ Τζερματζοῦ μετὰ καὶ τῶν χωρίων αὐτοῦ, καὶ αὐτὸς ὑπετάγη τῷ τῶν Ῥωμαίων βασιλεῖ, καὶ ἐδίδου πάκτα, καθὼς καὶ ὁ πρῶτος ἀδελφὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς, καὶ ὁ δεύτερος ἀδελφὸς αὐτοῦ, ὁ Ἀπολεσφούετ. Ὅτι τοῦ Ἀποσεβατᾶ τελευτήσαντος, ἐκράτησε τὸ κάστρον τὸ Μανζικίερτ μετὰ τῶν χωρίων αὐτοῦ καὶ τῆς ἐπικρατείας αὐτοῦ πάσης ὁ Ἀβδεραχείμ, ὁ υἱὸς τοῦ Ἀποσεβατᾶ, τελευτήσαντος δὲ τοῦ Ἀβδεραχείμ, ἐκράτησεν ὁ Ἀπολεσφούετ, ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, θεῖος δὲ τοῦ Ἀβδεραχείμ, τὸ κάστρον τὸ Μανζικίερτ καὶ πάσας τὰς προρρηθείσας χώρας, καὶ αὐτοῦ τελευτήσαντος, ἐκράτησεν ὁ τρίτος ἀδελφός, ἤγουν τοῦ Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ, ὁ Ἀποσέλμηςτό τε Μανζικίερτ καὶ πάσας τὰς προρρηθείσας χώρας. Ὅτι ὁ Ἀποσεβατᾶς εἶχεν υἱὸν τὸν Ἀβδεραχεὶμ καὶ τὸν Ἀπεμουζέ. Ὅτι ὁ Ἀπολεσφούετ εἶχεν προγονὸν καὶ ἀνεψιὸν τὸν Ἀχάμετ,υἱὸν γὰρ οὐκ εἶχεν, ἀλλὰ τὸν Ἀχάμετ τὸν προγονὸν καὶ ἀνεψιὸν αὐτοῦ εἶχεν ἀντὶ υἱοῦ. Ὅτι ὁ Ἀποσέλμης εἶχεν υἱὸν τὸν Ἀπελβάρτ, τὸν ἀρτίως κρατοῦντα τὸ Μανζικίερτ. Ὅτι ἀποθανόντος τοῦ Ἀποσεβατᾶ, κατέλιπε τὸν Ἀβδεραχείμ,τὸν υἱὸν αὐτοῦ ἀμηρᾶν, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ, ὁ Ἀπελμουζὲ ἦν νήπιος πάνυ, διὸ καὶ κατεφρονήθη ἐλθεῖν πρὸς τὴν τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ἐξουσίαν. Ὅτι ὁ Ἀποσεβατᾶς, ὁ πρῶτος ἀδελφός, ἐκαθέζετο εἰς τὸ κάστρον τὸ Μανζικίερτ, καὶ ἐκράτει, καθὼς εἴρηται, ταύτας τὰς χώρας, τό τε Ἀπαχουνῆς καὶ τὸ Κορὴ καὶ τὸ Χάρκα, καὶ ἐδίδου τὰ ὑπὲρ αὐτῶν πάκτα τῷ Ῥωμαίων βασιλεῖ, καὶ τούτου τελευτήσαντος, ἐκράτησεν ὁ υἱὸς αὐτοῦ, ὁ Ἀβδεραχείμ, καὶ ἐδίδου καὶ αὐτὸς