1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

44

ἀλλ' ὡς ἐθνικὸν παραιτοῦ. Eἰ δὲ βούλοιτο μετανοεῖν, προσλαμβάνου· οὐδὲ γὰρ τὸν ἐθνικὸν ἢ τὸν τελώνην εἰς κοινωνίαν παραδέχῃ, πρὶν ἢ μεταγνῷ ἕκαστος αὐτῶν ἐκ τῶν προτέρων ἀσεβημάτων· τοῖς γὰρ μεταμελομένοις τόπον μετανοίας ὥρισεν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ γὰρ ἐγὼ Ματθαῖος, ἐκ τῶν δώδεκα τῶν ἐν τῇδε τῇ διδασκαλίᾳ λαλούντων ὑμῖν, εἰμὶ ἀπόστολος, καὶ αὐτὸς ὢν τελώνης μὲν πρότερον, νῦν δὲ διὰ τοῦ πιστεύειν ἠλεημένος μετεγνωκώς τε τῶν προτέρων πραξέων καὶ ἠξιωμένος ἀπόστολος εἶναι καὶ κῆρυξ τοῦ λόγου. Καὶ Ζακχαῖος, ὃν ὁ Κύριος προσελάβετο ἐν μετανοίᾳ δεηθέντα αὐτοῦ, ὁμοίως καὶ αὐτὸς τελώνης ὑπῆρχεν τὸ πρότερον. Ἤδη δὲ καὶ στρατιῶται καὶ τελωνῶν ὄχλος, προσελθόντες τῷ κυριακῷ περὶ μετανοίας λόγῳ, ἀκούσουσι παρὰ τοῦ προφήτου Ἰωάννου μετὰ τὸ βάπτισμα· «Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν ποιεῖτε.» Ὁμοίως δὲ καὶ τοῖς ἐθνικοῖς οὐκ ἀπέγνωσται ἡ ζωή, ἐὰν μετανοήσαντες τὴν ἀπιστίαν ἀποβάλωσιν. Ὡς τελώνην οὖν ἢ ἐθνικὸν ἔχε τὸν ἐπὶ κακῷ ἔργῳ ἐλεγχθέντα καὶ μὴ μεταγινώσκοντα. Ἐὰν δὲ ὕστερον μετανοῇ, ὡς καὶ τοὺς ἐθνικούς, ὁπόταν θέλωσι μετανοεῖν καὶ ἐπιστρέφειν ἐκ τῆς πλάνης, εἰς Ἐκκλησίαν προσδεχόμεθα, ὅπως τοῦ λόγου ἀκούωσιν, οὐ μὴν κοινωνοῦμεν αὐτοῖς μέχρις οὗ τὴν σφραγῖδα λαβόντες τελειωθῶσιν, οὕτω καὶ τοῖς τοιούτοις, μέχρις οὗ μετανοίας καρπὸν ἐπιδείξωσιν, ἐπιτρέπομεν εἰσέρχεσθαι, ὅπως τοῦ λόγου ἀκούοντες μὴ τελείως ἄρδην ἀπόλωνται· μὴ κοινωνεί τωσαν δὲ ἐν τῇ προσευχῇ, ἀλλ' ἐξερχέσθωσαν μετὰ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν καὶ τοῦ Eὐαγ γελίου, ὅπως διὰ τοῦ ἐξιέναι ἐπιβελτιωθῶσιν τὴν ἀναστροφὴν τοῦ βίου, σπουδάζοντες περὶ τὰς συνάξεις ἀπαντᾶν ὁσημέραι καὶ τῇ δεήσει σχολάζειν, ὅπως καὶ αὐτοὶ δυνηθῶσιν εἰσδε χθῆναι, καὶ οἱ θεώμενοι αὐτοὺς κατανυγῶσιν καὶ ἀσφαλέστε ροι γένωνται, εὐλαβούμενοι τοῖς ὁμοίοις περιπεσεῖν. Oὐ μέντοιγε βδελύξῃ τὸν περιπεσόντα ἑνὶ καὶ δευτέρῳ σφάλματι, ὦ ἐπίσκοπε, οὐδὲ κωλύσεις αὐτὸν τοῦ κυριακοῦ λόγου, οὐδὲ κοινῆς αὐτὸν διαίτης ἐξώσεις, ἐπείπερ οὐδὲ ὁ Κύριος παρῃτεῖτο μετὰ τῶν τελωνῶν καὶ τῶν ἁμαρτωλῶν ἐσθίειν, καὶ ὑπὸ τῶν Φαρισαίων ἐγκαλούμενος περὶ τούτου ἔλεγεν· «Oὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Τοῖς οὖν δι' ἁμαρτίας ἀφορισθεῖσιν παρ' ὑμῶν καὶ συναναστρέφεσθε καὶ συναυ λίζεσθε, ἐπιμελούμενοι, παρακρατοῦντες, ὑποστηρίζοντες,