ξυλοφάγον. οὗ ἡ χρῆσις καὶ παρὰ Ἀριστοφάνει ἐν ἱππεῦσι. τείρει γὰρ καὶ ἔδει τὸ παραπεσόν. ἐκ τοῦ αὐτοῦ δὲ ῥήματος, καὶ ὁ παρὰ Αἰλίῳ ∆ιονυσίῳ ἐδέατρος. περὶ οὗ λέγει ἐκεῖνος ὅτι τὸ μὲν ὄνομα, Ἑλληνικὸν. ἡ δὲ χρεία, περσική. ἦν δέ φησι προγεύστης. προεσθίων τοῦ βασιλέως, εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη, ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. δῆλον δὲ ὡς αὐτοῦ τοῦ ἔδω βαρυτόνου ῥήματος, οὐ φαίνεται κλίσις εἰς μέλλοντα καὶ τοὺς ἑξῆς χρόνους, ὅτι μὴ μόνον ἐπὶ τοῦ ἐδήδοκα παρακειμένου καὶ τοῦ ἐδηδόκειν ὑπερσυντελίκου. οἳ γίνονται οὕτω. ἔδω. ἔσω. ἧκα καὶ Ἀττικῶς ἔδηκα. καὶ πλεονασμῷ, ἐδήδοκα. ὑπερσυντέλικος ἐδηδόκειν. γίνεται δὲ ὁ πλεονασμὸς τῆς δˉο συλλαβῆς, ἵνα ἔχῃ ὁ Ἀττικὸς παρακείμενος τρίτην συνήθως συνεσταλμένην παραλήγουσαν, ὡς, καὶ ἐπὶ τοῦ ἀγήοχα γίνεται. ἄγω γὰρ ἄξω. ἦχα. καὶ κατὰ Ἀττικοὺς, ἄγηχα. καὶ πλεονασμῷ, ἀγήοχα. (ῃερς. 151.) Ὅτι οἰκεῖον ἐπί τινων τρυφώντων εἰπεῖν τὸ, τούτοις μὲν ἐνὶ φρεσὶν ἄλλα μέμηλε, μολπήτ' ὀρχηστύς τε. τὰ, γὰρ ἀναθήματα δαιτὸς ἐπὶ δὲ τῶν ἀλλοτρίοις καλοῖς ἐντρυφώντων, καλὸν εἰπεῖν τὸ, τούτοις μὲν, ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή. ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ὡς εἴπερ δηλαδὴ μὴ ἀλλότρια ἤσθιον ἀλλὰ ἐπονοῦντο περὶ κτῆσιν οἰκείαν, οὐκ ἂν ἀπησχόλουν ἑαυτοὺς εἰς κιθαρῳδίαν καὶ λοιπὰ ὁπόσα συμποσίοις πρέπουσιν. Ἔστι δὲ τὸ μέμηλε, μέσου παρακειμένου, καὶ γίνεται κατὰ συγκοπὴν ἐκ τοῦ μεμέληκα. ὡς ἐκ τοῦ λελάληκα τὸ λέληκα. καὶ τοῦ βεβούληκα τὸ βέβουλα. πάνυ δὲ βαρέως ἡ λέξις ἔχει. οὐ γὰρ ἁπλῶς οἷά τι σύμβαμα τὸ κακὸν τοῖς μνηστῆρσι καί τις ποιότης παθητικὴ, ἀλλὰ σπουδὴ καὶ ἄντικρυς μέλημα. θαμίζουσι γοῦν ἐς Ὀδυσσέως οἱ ἀκόλαστοι, ὡς ἐς διδασκάλου, καὶ ὡς ἑκάστοτε τρυφῶσι. καὶ οὐκ ἔστιν αὐτοῖς καθά τις εἶπεν, ἀποτακτὸς ἡμέρα οἰνῶσαι σῶμα ἀμέτροισι πότοις. (ῃερς. 152.) Καὶ ὅρα ἐνταῦθα τὸ, ἡ ἀποτακτὸς θηλυκόν. ὅμοιον ὂν τῷ, κλυτὸς Ἱπποδάμεια. καὶ τῷ, τυτθὸς κύλιξ. καὶ τῷ, ἀγγελθεῖσά μοι γενναῖος. καὶ τῷ, ἡ Λαῒς ἀργός ἐστι καὶ πότις. καὶ τῷ, τιθασσὸς γέγονεν, ἡ αὐτὴ δηλαδὴ Λαΐς. Μολπὴν δὲ ἐνταῦθά φησι, τὴν μετὰ ᾠδῆς παιδιὰν τὴν τῷ μέλει ἑπομένην ὡς δοκεῖ τοῖς παλαιοῖς. ∆αιτὸς δὲ ἀναθήματα ἡ μολπὴ καὶ ἡ ὀρχηστὺς, ἀντὶ τοῦ ὥσπερ ναοῖς ἀναθήματα, οὕτω καὶ αὐτὰ κόσμος τις ἀνακείμενος τῇ δαιτί. δῆλον δὲ, ὅτι τῇ πολυτελεῖ. οὐ γὰρ τῆς τυχούσης ἁπλῶς δαιτός ἐστιν ἀναθήματα τὰ τοιαῦτα. τῆς γοῦν τοῦ Τηλεμάχου δαιτὸς, ἀναθήματα οὐκ εἰσίν. ὃς καὶ μέμφεται αὐτά. ἔστι δ' ἐνταῦθα εἰπεῖν, καὶ ὅτι τὸ τὴν μολπὴν ἀνάθημα δαιτὸς εἶναι, παραποιήσεως λόγῳ ταυτόν ἐστι 1.39 τῷ, φόρμιγξ δαιτὶ ἑταίρη καθ' Ὅμηρον. εἰς ὃ γράφει Ἀθήναιος, ὅτι ἀποδέδοται ἡ φόρμιγξ ταῖς συνουσίας, ἐπανορθώσεως χάριν καὶ ὠφελείας. ἰατρεύει γάρ φησιν ὕβριν καὶ ἀκοσμίαν ἡ μουσική. καὶ αὐθάδειαν παύει. περιαιρουμένη γὰρ τὴν στυγνότητα, ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον. Τὸ δὲ κίθαρις, ἀπὸ τοῦ κιθάρα. ὡς ἀπὸ τοῦ χαρὰ χάρις. καὶ δαμάλη δάμαλις. καὶ ἄκρη ἄκρις. ὡς τὸ, ἄκριας ἠνεμοέσσας. ὧν ἐκ μὲν τοῦ ἄκρη, ἀκραία Ἥρα. ἐκ δὲ τοῦ ἄκρις, ἄκριος Ζεύς. (ῃερς. 160.) Ἰστέον δὲ, ὡς οἱ ἀλλότριον βίον ἔδοντες, ἀλλοτριοφαγεῖν τε λέγονται, καὶ δειπνομανεῖς εἶναι. χρῆσις δὲ τοιούτων λέξεων, παρὰ τῷ δειπνοσοφιστῇ. ἔνθα ἱστορεῖ ἐκεῖνος ὡς ὁ παρῳδὸς Τίμων Ὁμηρικὸν ἔπος τὸ οἰνοβαρὲς κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο, παραποιήσας, ἔγραψε περί τινος ἀλλοτριοφάγου ἴσως δὲ καὶ δυσμόρφου καὶ ἀτέγκτου τὸ ἦθος, οὕτω. δειπνομανὲς νεκροῦ ὄμματ' ἔχων κραδίην δ' ἀκύλιστον. Ἰστέον δὲ ὅτι Ἕρμιππος ὁ κωμικὸς εἰπὼν ὡς ∆ιὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσιν, ἐπάγει Ὁμηρικῶς τὸ, τὰ γὰρ ἀναθήματα δαιτός. ἤγουν ἱερά τινα κειμήλια. κεῖται γάρ φασι τὸ ἀνατιθέναι καθὰ καὶ τὸ ἀνακεῖσθαι, ἐπὶ τοιούτων. διὸ οἱ ἐπὶ κατακειμένων λέγοντες τὸ ἀνακεῖσθαι, διεσύροντο. ὡς δηλοῖ ∆ίφιλος ἐν τῷ, ἐγώ δ' ἕως μέν τινος, κατεκείμην, πρὸς ὃν δυσχεραίνων ὁ ἀκούων, ἔφη. ἀνάκεισο. ὡς εἴπερ εἶπεν, ἔσο ἄψυχος ἀνδριάς. πάλιν δέ τινος εἰπόντος, δειπνῶν ἀεὶ