9Τρεῖσ9: Τὸ περισπώμενον διὰ τῆς ει διφθόγγου· καὶ ὤφει λεν διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστὶν ἡ γενικὴ τῶν πλη θυντικῶν, καὶ τρισὶν ἡ δοτική· τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούσῃ τὸ ι, καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουσι τὸ ι κατὰ τὴν παραλή γουσαν· οἷον, πόλις, πολίων, πόλιες· ὄφις, ὀφίων, ὄφιες· εἰ 267 οὖν τριῶν καὶ τρισὶν, δῆλον ὅτι καὶ τρίες διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι δῆλον ὅτι μακρὸν τρῖς διὰ τοῦ ι· ὥσπερ πόλιες, πόλις· μάντιες, μάντις· ἀλλὰ λέγει ὁ Τεχνι κὸς ὅτι ἵνα μὴ συνεμπέσει τὸ τρὶς ἐπιῤῥήματι, τούτου χάριν οὐκ ἐγράφει διὰ τοῦ ι, ἀλλὰ διὰ τῆς ει διφθόγγου· πρὸς ὅν ἐστιν εἰπεῖν, ὅτι πρῶτον μὲν πολλαί εἰσι συνεμπτώσεις· ἰδοὺ γὰρ τὸ οὐκερῶ τρεῖς ἔχει συνεμπτώσεις· σημαίνει γὰρ τὸ οὐ λέγω, καὶ τὸ οὐ κείρω, καὶ τὸ οὐ φιλῶ· τί οὖν ἄτοπον καὶ τοῦτο γενέσθαι διὰ τοῦ ι καὶ συνεμπεσεῖν τῷ ἐπιῤῥήματι; καὶ ἄλλως, ὅτι οἱ Αἰολεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ τρῆς· ἔθος ἔχοντες τὴν ει δίφθογγον εἰς η τρέπειν· ἔστιν οὖν εἰπεῖν αἰ τίαν τοιαύτην δι' ἣν τὸ τρεῖς διὰ τῆς ει διφθόγγου γράφεται· πᾶς ἀριθμὸς ἐντὸς τῶν στοιχείων θέλει ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ὁ εἷς ἀριθμὸς ἔχει τὸ ε, ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· πάλιν ὁ δύο ἔχει τὸ δ, ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· πάλιν ὁ τέταρτος ἀριθμὸς ἔχει τὸ ε καὶ τὸ α, ἅτινα ἐκ τῶν ἐντὸς εἰσὶ τῆς δεκάδος· τὸ δὲ ὀκτὼ δοκεῖ ἀν τικεῖσθαι, τοῦτο γὰρ οὐκ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δε κάδος· ἀλλ' ἔστιν εἰπεῖν ὅτι δυνάμει ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσι γὰρ οἱ φιλόσοφοι ὅτι παρὰ τὸ ἄγω δύο ἐστίν· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δε κάδος· λέγω δὴ τὸ α καὶ τὸ γ, καὶ τὸ δ· ὀκτὼ γὰρ λέγεται παρὰ τὸ ἄγειν, δύο γὰρ τετράδας ἄγει· τούτων οὕτως ἐχόντων ὁ τρεῖς ἀριθμὸς, ἐπειδὴ εἰ ἐγένετο διὰ τοῦ ι μόνου, οὐκ ἔμελλεν στοιχεῖον ἔχειν ἐκ τῶν ἐντὸς τῆς δεκάδος· [οἷον, τρις] τούτου χάριν προσέλαβεν τὸ ε, καὶ ἐγένετο διὰ τῆς ει διφθόγγου· ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ ἔχουσιν ἄλλα στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· οἷον, τρισκαίδεκα, ἔχει γὰρ τὸ α, καὶ τὸ δ, καὶ τὸ ε· τούτου χάριν ἀποβάλλει καὶ τὸ ε τὸ προσελθὼν διὰ τοῦ εὑρεθέντος στοιχείου ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἰστέον δὲ ὅτι ἐν τῇ συνθέσει ὁ τρεῖς ἀριθμὸς ἀποβάλλει τὴν δίφθογγον, καὶ διὰ τοῦ ι γράφεται· οἷον, τρισκαιδέκατος μετὰ τοῦ σ· τὸ δὲ ἐπίῤῥημα ἀποβάλλει ἐν τῇ συνθέσει τὸ σ· οἷον, τρίμινον· τρί πηχυς· τρίπους· πλὴν τοῦ τρίσφυλος· καὶ ἄλλως· ὁ τρεῖς 268 ἀριθμὸς διατί ἐν τῇ συνθέσει διὰ τοῦ ι γράφεται; ἐπειδὴ οὐ δέποτε τὸ σκ ἐν συλλήψει ὄντα ἔχουσι τὴν ει δίφθογγον προη γουμένην, χωρὶς μιᾶς λέξεως καὶ ταύτης ἀμφιβαλλομένης· οἷον, Ἡρακλεΐσκος, Ἡρακλεῖσκος· παραδείγματα δὲ ταῦτα· βασιλίσκος· μειρακίσκος· ἀμέλει ἔστιν εἴδω, εἴσω, διὰ τῆς ει διφθόγγου· καὶ ἡνίκα προσελθὼν τὸ κ, διΐσταται τὸ ι, καὶ γίνε ται ἐΐσκω, διὰ τὸ μὴ δύνασθαι τὴν ει δίφθογγον προηγεῖσθαι ἡνίκα ἐστὶν τὸ σκ ἐν συλλήψει· ἡνίκα δὲ γίνεται σύλληψις, ἀποβάλλει τὸ ε, καὶ γίνεται ἴσκω διὰ τοῦ ι· εἰ οὖν τὸ τρισκαι δέκατος κ ἔχει ἐν συλλήψει, οὐ δύναται γράφεσθαι διὰ τῆς ει διφθόγγου. 9Τρίσ9: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι. 9Ταλαπείριοσ9: ∆ιὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ τήλοθεν πεπηρακέναι γέγονεν ταλαπέριος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ταλαπείριος· ἢ παρὰ τὸ τλῆναι καὶ τὴν πεῖραν γέγονεν ταλαπείριος· οἱονεὶ, ὁ πολλὴν πεῖραν ὑπομείνας, τουτέστιν πολύπειρος· τὸ δὲ πεῖρα διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται. 9Τέλειοσ9: ει δίφθογγος· πρῶτον μὲν ὅτι λέγεται καὶ χωρὶς τοῦ ι· οἷον, τέλεος, καὶ τελέως τὸ ἐπίῤῥημα· δεύτερον ὅτι τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων μὴ παραληγόμενα τὸ α διὰ τοῦ ειος γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· ὄνειδος, ὀνείδειος· ἕρκος, ἕρκειος· ἦθος, ἤθειος· οὕτως καὶ τέλος, τέλειος· πλὴν τοῦ τέμενος, τεμένιος. 9Τείνω9: ∆ίφθογγος· τενῶ γὰρ ὁ μέλλων. 9Ταπεινόσ9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔδαφος γίνεται ἐδαφεινὸς διὰ τῆ ει διφθόγγου, καὶ κατὰ ἄφεσιν τοῦ α δαφεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ καὶ τοῦ φ εἰς π τα πεινός· ἢ παρὰ τὸ πέδον γίνεται πεδεινὸς, καὶ κατὰ τροπὴν τοῦ π εἰς τ, καὶ τοῦ ε εἰς α γίνεται ταπεινός· ἢ