44
ἀρχαιοτέρους καὶ αὐτῶν ἐκείνων προπάτορας μᾶλλον τῶν μετέπειτα πολυχρονιωτέρους γε νέσθαι; Ὁρῶν δὲ ἐν τῇ συγκεφαλαιώσει τῆς ἑκάστου ἀνδρὸς ζωῆς τὸν πρὸ τῆς παιδοποιίας χρόνον καὶ τὸν μετὰ τὴν παιδοποιίαν ἅμα συναγόμενον τὸν αὐτὸν ἀριθμὸν σῴζοντα κατά τε τὴν Ἑβραίων ἀνάγνωσιν καὶ κατὰ τὴν τῶν οʹ ἑρμηνείαν, μόνα δὲ τὰ πρὸ τῆς τεκνογονίας ἔτη παρὰ τῶν Ἰουδαίων ἀντιγράφων συνεσταλμένα, κινοῦμαι μήποτε Ἰουδαίων ἔργον ἦν τοῦτο τολμησάντων συστεῖλαι καὶ ἐπιταχῦναι τοὺς πρὸ τῆς παιδοποιίας χρόνους ἐπιτροπῇ ταχυγαμίας. τῶν γὰρ παλαιοτάτων ἀνδρῶν μακροβίων ὄντων καὶ πολυχρονίων, οὕτω δὲ κατὰ τούτους θᾶττον ἐπὶ γάμους καὶ παιδο ποιίας ἐλθόντων, ὡς ἡ παρ' αὐτοῖς ἀνάγνωσις δηλοῖ, τίς οὐκ ἂν αὐτῶν τὸν ὅμοιον τῆς ταχυγαμίας τρόπον ἐζήλωσεν; Εὐσεβίου κατὰ τὸ παρὰ Σαμαρείταις Ἑβραϊκόν Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, καὶ ἐπέζησεν ἔτη ρʹ μέχρι τοῦ κατακλυσμοῦ. ἐν ἔτει τοῦ Νῶε χʹ ὁ κατακλυσμὸς ἐγενήθη, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ. Ὁμοῦ τὰ πάντα ἔτη ατζʹ. ∆ιαφωνεῖ πρὸς μὲν τὸ Ἰουδαϊκὸν ἔτεσι τμθʹ, πρὸς δὲ τὴν τῶν οʹ ἑρμη νείαν ἔτεσιν Ϡλεʹ. 96 Καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ κατακλυσμοῦ. ἐπίωμεν δὲ καὶ τοὺς μετὰ ταῦτα χρόνους, πρῶτον ἐκεῖνο σημειωσάμενοι, τὸ συμφώνως τοῦ παρ' Ἑβραίοις ἱστορουμένου κατακλυσμοῦ καὶ τὴν Χαλδαίων μνημονεῦσαι γραφὴν τῆς τε κατασκευασθείσης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. τοῦ δὲ τὸν κατακλυσμὸν ἀρθῆναι ὑπὲρ τὰ ὑψηλότατα τῶν ὀρέων καὶ ἡμῖν τοῖς μετὰ ταῦτα γράφου σιν ἀλήθειαν ἐπιστώσατο αὐτοψία τισὶν ἰχθύων καθ' ἡμᾶς εὑρημένων ἄνω πρὸς αὐταῖς τοῦ Λιβάνου ταῖς ὑψηλοτάταις ἀκρωρείαις. λίθους γὰρ ἐνθένδε εἰς οἰκοδομάς τινες ἀπὸ τῶν ὀρῶν ἐκτέμνοντες θαλαττίων ἰχθύων εὗρον διάφορα γένη, ἃ δὴ ἐπὶ τῶν κατὰ τὰ ὄρη κοιλωμάτων συναποπα γῆναι τῇ ἰλύι καὶ τεταριχευμένων δίκην εἰς δεῦρο διαμεῖναι συνέβη, ὥσθ' ἡμῖν καὶ δι' αὐτῆς τῆς ὄψεως τὴν τοῦ παλαιοῦ λόγου πιστωθῆναι μαρτυρίαν. Κατὰ τὸ παρὸν χρονογραφεῖον Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ ἐγέννησε τὸν Ἀρφαξάδ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν βτοζʹ. Καϊνᾶν γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σαλὰ βφζʹ. τοῦτον τὸν Καϊνᾶν Εὐσέβιος καὶ Ἀφρικανὸς οὐκ ἐστοιχείωσαν· διὸ καὶ τὰ ρλʹ ἔτη αὐτοῦ σφάλλονται. Σαλὰ τὸν Ἕβερ βχλζʹ ἐτῶν ρλʹ. Ἕβερ τὸν Φαλὲκ ἐτῶν ρλδʹ βψοαʹ. Φαλὲκ τὸν Ῥαγαῦ ἐτῶν ρλʹ β Ϡαʹ, καὶ ἔζησεν ἄλλα σθʹ. γίνονται ἀπὸ Ἀδὰμ γριʹ ἕως τελευτῆς Φαλέκ. Ῥαγαῦ ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ γλγʹ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ γρξγʹ. Ναχὼρ ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρα γσμβʹ. Θάρα ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραὰμ γτιβʹ. Ἀπὸ τοῦ κατακλυσμοῦ ἕως αʹ ἔτους Ἀβραὰμ ἔτη αοʹ. ἀπὸ δὲ Ἀδὰμ ἐπὶ μὲν τὸν κατακλυσμὸν ἔτη βσμβʹ, ὡς δέδεικται, ἐπὶ δὲ τὸ πρῶτον 97 ἔτος Ἀβραὰμ ἔτη γτιβʹ, ὡς ἐν τῷ κανόνι σαφῶς ὑπόκειται. μετὰ δὲ ἔτη οεʹ τῷ γτπεʹ ἔτει ἀπὸ Ἀδὰμ ἐξῆλθεν ἐκ Χαρὰν παροικῆσαι εἰς γῆν Χα ναὰν τὴν Παλαιστίνην νῦν καλουμένην. Ἀφρικανοῦ Μετὰ δὲ τὸν κατακλυσμὸν Σὴμ ἐγέννησε τὸν Ἀρφαξάδ. Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, βτ ζζʹ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, βφκζʹ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, βχξαʹ, οὕτως ἐπικληθέντα διὰ τὸ ἐν ἡμέραις αὐτοῦ μερισθῆναι τὴν γῆν. Φαλὲκ ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ ἐπιζήσας ἔτη σθʹ ἐτελεύτησεν. Ἀπὸ Ἀδὰμ ἐπὶ τελευτὴν Φαλὲκ ἔτη γ, κατὰ δὲ Εὐσέβιον β Ϡπʹ. Ῥαγαῦ ἐτῶν ρλβʹ γενόμενος ἐγέννησε τὸν Σερούχ. Σεροὺχ ρλʹ τὸν Ναχώρ. Ναχὼρ οθʹ τὸν Θάρα. Θάρα οʹ ἐτῶν ὢν τὸν Ἀβραὰμ καὶ Ναχὼρ καὶ Ἀρράν. Συνάγεται τοίνυν εἰς τὴν ἐπίβασιν τῆς κατηγγελμένης γῆς Ἀβραὰμ ἀπὸ μὲν τοῦ κατακλυσμοῦ καὶ Νῶε γενεῶν ιʹ ἔτη αιεʹ, ἀπὸ Ἀδὰμ γενεῶν κʹ ἔτη γσοζʹ. Εὐσεβίου μετὰ τὸν κατακλυσμὸν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν Ἔτους βʹ Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρι θʹ ἔτους Ῥαγαῦ.