44
τοῦ ἐγγόνου τοῦ σοῦ ἐπράττετο οἷα νέου, τὸν πόλεμον καταστέλλειν, ἐξ οὐδεμιᾶς αἰτίας προφανοῦς τάς τε σπονδὰς λελυκότα καὶ πολεμοῦντα φανερῶς, ἀθυμοῦμέν τε, ὡς εἰκὸς, καὶ συμφορῶν ἀρχὴν ἡγούμεθα τὴν λύσιν τῶν σπονδῶν. οὗ δὴ ἕνεκα καὶ δεόμεθά σου, βασιλεῦ, πρὸς αὐτοῦ τοῦ τῶν ὅρκων ἐφόρου θεοῦ, τοῦ καὶ ὄντος εἰρήνης καὶ καλουμένου, τὸν πόλεμον καταθεῖναι, καὶ μὴ περιϊδεῖν τὸ ὑπήκοον διὰ τὴν ὑμετέραν φιλονεικίαν ἀνηκέστοις κακοῖς περιπεσόν. εἰ μὲν οὖν πεισθεὶς τοῖς ἡμετέροις λόγοις τὴν εἰρήνην ἀντὶ τοῦ πολέμου μᾶλλον ἀσπάσῃ καὶ τὴν πρὸς τὸν ἔγγονον τὸν σὸν ὁμόνοιαν καὶ κοινωνίαν, καὶ αὐτοὶ προθύμους παρέξομεν ἑαυτοὺς καὶ τὰς ψυχὰς αὐτὰς, εἰ οἷόν τε, ὑπὲρ τῶν σοί τε καὶ τῷ ἐγγόνῳ τῷ σῷ συμφερόντων ῥᾳδίως προϊεμένους. ἂν δ', ὃ μὴ γένοιτο, πονηροῦ τινος βασκήναντος δαίμονος, τὴν ἡμετέραν μὲν ἀπώσῃ πρεσβείαν, τοῖς δ' ἐνά 1.128 γουσι πονηροῖς καὶ χαίρουσι τοῖς κακοῖς πρὸς τὸν πόλεμον πεισθῇς, τὸν πάντ' ἐφορῶντα θεὸν καὶ τοῖς πραττομένοις πᾶσιν ἐπάγοντα δίκην ὄμνυμέν σοι, ὡς ἢ πεσούμεθα μαχόμενοι πάντες, ἢ ποιήσομεν καταφανὲς ἔργοις αὐτοῖς, ὡς δίκαιοι ἦμεν περὶ εἰρήνης πρεσβεύοντες εἰσακούεσθαι. τότε γὰρ αὐτὸς πρεσβεύσεις πρὸς ἡμᾶς, ὅτε εἰ μηδὲ τὴν ἀρχὴν ἐκίνεις πρὸς ἡμᾶς τὸν πόλεμον βέλτιον κρινεῖς. ἔτι δὲ μὴν μήτ' οἴκοθεν αὐτὸς, μήτε παρ' ἑτέρων ἀκούων πεισθῇς, ὡς ἢ δώροις καὶ ὑποσχέσεσιν ἢ ἐκπλήξει τε καὶ δειλίᾳ ἢ ἑτέρῳ τινὶ τρόπῳ ἢ περινοίᾳ τινὰς ἡμῶν παρασπάσαι καὶ τοῦ νέου βασιλέως ἀποστῆσαι δυνήσῃ. αὐτοὶ γὰρ ἡμεῖς ἀρὰς ἠρασάμεθα καθ' ἑαυτῶν τὰς παλαμναιοτάτας, ἦ μὴν ἐμμενεῖν τοῖς ὀμωμοσμένοις ἄχρι θανάτου καὶ μὴ ἀποστήσεσθαι τοῦ νέου βασιλέως, ἢ τὸν τοῦτο δράσοντα ἐνέχεσθαι ταῖς ἀραῖς. ὡς οὖν οὕτω γνώμης ἡμῶν ἐχόντων, καὶ αὐτόν σε καὶ βούλεσθαι καὶ πράττειν τὰ δέοντα παρακαλοῦμεν καὶ μὴ ταῖς μὴ οὔσαις ὑπονοίαις ἐξαπατηθέντα πρᾶξαί τι τῶν ἐν ὑστέρῳ μετάμελον παρασχησόντων.» Τοιαῦτα πρὸς βασιλέα τὸν πρεσβύτερον οἱ τῆς συγκλήτου πάντες καὶ οἱ τῆς στρατιᾶς ἡγεμόνες ἐγγράφως διαπρεσβευσάμενοι, εἶτα καὶ ὑπογραφαῖς οἰκείαις ἵν' ᾖ πιστὸν ἐπιβεβαιώσαντες τὸ γράμμα, καὶ ἐγχειρίσαντες τῷ εἰρημένῳ Καλοχαιρέτῃ, πέμπουσιν εἰς Βυζάντιον πρὸς βασιλέα. ἀφικομένου πρὸς τὰ βασίλεια δ' αὐτοῦ, θροῦς ἤρθη παρὰ πάντων καὶ βοὴ συμμιγὴς, ὡς Παλαιολόγος ὁ τοῦ βασιλέως ἔγγονος 1.129 οὐ γὰρ ἠξίουν αὖθις αὐτὸν βασιλέα καλεῖν, πρὸς βασιλέα πέμψας πρεσβείαν, συγγνώμης δεῖται τυχεῖν, ἀλλ' οὐκ ἂν τύχοι, εἰ μὴ αὐτὸς ἑαυτὸν ἀποδείξας δεσμώτην, πρὸς τοὺς πόδας ῥίψειε βασιλέως· οὕτω γὰρ ἂν μόλις τυχεῖν. ὁ βασιλεὺς δ' ἥτις ἦν ἡ αἰτία πυθόμενος τοῦ θορύβου, τοῖς μὲν ἀτάκτοις καὶ κεκραγόσιν ἐπέταττε σιγᾷν, τῷ δὲ Καλοχαιρέτῃ μηνύει, ὡς ἀναγκαίων τινῶν πέρι ἀσχολουμένῳ, ἐπεὶ μὴ καιρὸν εἶναι συντυχεῖν αὐτῷ, τὰ τοῦ ἐγγόνου γράμματα ἀποστεῖλαι. ὁ δ' ἀπεκρίνατο, ἑτέρῳ μηδενὶ ἂν τὰ γράμματα ἐγχειρίσαι εἰ μὴ αὐτῷ βασιλεῖ· οὕτω γὰρ εἶναι προστεταγμένον αὐτῷ. κϛʹ. Ἠσχολεῖτο δ' ὁ βασιλεὺς κατ' ἐκεῖνο καιροῦ, ὅπως τὸν μὲν υἱὸν αὐτοῦ Κωνσταντῖνον τὸν δεσπότην τριήρεσι μακραῖς πρὸς ἑσπέραν ἐκπέμψῃ, Θεσσαλονίκης καὶ τῶν ἄλλων ἑσπερίων πόλεων ἐπιτροπεύσοντα, βασιλίδα δὲ τὴν Μιχαὴλ μὲν τοῦ βασιλέως γαμετὴν, Ἀνδρονίκου δὲ τοῦ νέου μητέρα, ἐκεῖθεν εἰς Βυζάντιον ἀναγάγῃ. ὃ δὲ καὶ γεγονὸς κατὰ τὸ ἐπίταγμα βασιλέως, ἐλύπησεν οὐ μετρίως τὸν υἱὸν αὐτῆς Ἀνδρόνικον τὸν βασιλέα, βίᾳ τὴν μητέρα ἑλκυσθεῖσαν ἀκηκοότα. ὡς γὰρ ἡ βασιλὶς τὴν αἰτίαν ἐπύθετο, δι' ἣν ὁ δεσπότης ἀφῖκτο, καὶ ἡ κυρία παρῆν, ἐν ᾗ πρὸς τὸν πλοῦν ἔδει καλεῖσθαι, εἰσελθοῦσα τὸν ἱερὸν καὶ τῇ τῆς θεομήτορος εἰκόνι προσφῦσα, οὐδ' ἂν εἴ τι γένοιτο μεθήσειν ἔφασκεν. ὁ δεσπότης δὲ ἐλθὼν, πρῶτα μὲν λόγοις ἐπεχείρει πείθειν· ὡς 1.130 δ' οὐκ ἔπειθεν, ἐβιάζετο καὶ χερσίν. ὡς δ' ἤνυε καὶ οὕτως οὐδὲν, τῷ μεγάλῳ παπίᾳ Παλαιολόγῳ καὶ τῷ πρωταλλαγάτορι Σεναχηρεὶμ καὶ Ἰωάννῃ Ζαρίδῃ τὸν ἑλκυσμὸν ἐπέτρεπε τῆς βασιλίδος. οἳ δὴ καὶ βίᾳ τῆς εἰκόνος ἀποσπάσαντες εἰς θάλασσάν τε καταγαγόντες, ἐπέτρεψαν τοῖς τριηράρχαις ἀχθησομένην ὡς βασιλέα.