44
δ' ἐχέγγυον ειη μοι τῶν ὑπεσχημένων" ειπε, "πρῶτος αὐτὸς τῷ οἰκείῳ υἱῷ διαλλάγηθι, καὶ μὴ τῷ φόνῳ τοῦ παρὰ γνώμην σου θανόντος υἱοῦ προσθήσεις ἑκούσιον ετερον." συνῆκεν ὁ βασιλεὺς σκῆψιν ειναι τοὺς λόγους τῆς γυναικός, καὶ τούτους σοφισθῆναι παρ' ̓Ιωάβ, καὶ κατάγειν αὐτῷ ἐπέτρεψε τὸν ̓Αβεσαλώμ. καὶ πορευθεὶς ̓Ιωὰβ ηγαγεν αὐτὸν εἰς ̔Ιερουσαλήμ· εἰς οψιν δ' ἐλθεῖν οὐ συγκεχώρητο τῷ πατρί. Μετὰ δὲ ταῦτα κατηλλάγη ὁ βασιλεὺς τῷ ̓Αβεσαλώμ, καὶ καλέσας αὐτὸν συγγνώμην αἰτήσαντι δέδωκε καὶ ἀμνηστίαν τοῦ ἁμαρτήματος ἐπηγγείλατο. ιππους δὲ καὶ αρματα προσκτησάμενος ὁ ̓Αβεσαλὼμ καὶ πολλοὺς ὀπαδούς, καθ' ἑκάστην ἀπῄει πρὸς τὰ βασίλεια, καὶ πρὸς χάριν τοῖς πλήθεσιν ὁμιλῶν εὐνοεῖν αὐτῷ πολλοὺς παρεσκεύασεν. ηδη δὲ τετραετίας παραρρυείσης μετὰ τὴν κάθοδον σκήπτεται θυσίας χάριν εἰς Χεβρὼν ἀπελθεῖν, ὡς εὐχὴν τοῦτο πεποιηκὼς τυγχάνων ἐν τῇ φυγῇ· καὶ ἀφείθη πρὸς τοῦ πατρός. ἀπελθὼν δὲ πρὸς πολλοὺς διεπέμψατο, καὶ πλεῖστοι πρὸς αὐτὸν συνερρύησαν, πρὸς δὲ τοῖς αλλοις καὶ ̓Αχιτόφελ ὁ τοῦ πατρὸς αὐτοῦ σύμβουλος. καὶ ὑπὸ πάντων βασιλεὺς ἀνερρήθη. τοῦτο γνοὺς ὁ ∆αβὶδ ἀπῆρε μετὰ τῶν περὶ αὐτὸν ἐξ ̔Ιερουσαλήμ· καὶ οἱ ἑξακόσιοι ανδρες οἱ ἐπὶ Σαοὺλ συνόντες αὐτῷ αυθις αὐτῷ συνεξώρμησαν. ἠγγέλθη δὲ καὶ ̓Αχιτόφελ προσρυεὶς τῷ ̓Αβεσαλώμ· ο καὶ τὸν φόβον αὐτῷ μείζονα 1.111 καὶ πλείονα τὴν λύπην ἐποίησεν. ἐπεκαλεῖτο δὲ τὸν θεόν, καὶ τὴν κρίσιν ἐπὶ πᾶσιν ἐκείνῳ ἐπέτρεπε. Χουσὶ δ' ἑταῖρος ων τοῦ ∆αβίδ, κατὰ γνώμην αὐτοῦ ψευδαυτομολεῖ πρὸς ̓Αβεσαλώμ. πρόσεισι δὲ τῷ ∆αβὶδ ἀπιόντι ὁ δοῦλος τοῦ Μεμφιβοσθὲ Σιβά, ζεῦγος αγων ονων φερόντων τὰ ἐπιτήδεια, καὶ τοῦ δεσπότου κατηγορῶν ὡς μείναντος ἐν ̔Ιεροσολύμοις καὶ προσδοκῶντος αὐτῷ τὴν βασιλείαν περιελεύσεσθαι, οια τοῦ πλήθους αἱρησομένου αὐτόν. ἠγανάκτησεν ἐπὶ τούτοις ∆αβίδ, καὶ πάντα οσα τῷ Μεμφιβοσθὲ πρὶν ἐδωρήσατο τῷ Σιβὰ ἐχαρίσατο. ειτα επεισιν αὐτῷ κατὰ τὴν ὁδὸν Σεμεεί, ἀνὴρ ἐκ τῆς συγγενείας Σαούλ, καὶ λίθους κατὰ τοῦ βασιλέως ἠκόντιζε καὶ κατηρᾶτο αὐτῷ καὶ ανδρα αἱμάτων ὠνόμαζε καὶ παράνομον. τῶν δὲ μετὰ ∆αβὶδ ὁρμώντων ἀνελεῖν τὸν Σεμεεὶ ὁ βασιλεὺς οὐκ ἀφῆκεν, εἰπών "κύριος ειπεν αὐτῷ ταῦτα ποιεῖν, αφετε αὐτόν." καὶ ἐλθὼν εἰς τὸν ̓Ιορδάνην ἐκεῖ τοὺς μετ' αὐτοῦ κεκοπιακότας ἀνέψυξεν. ̓Αβεσαλὼμ δὲ παραγενόμενος εἰς ̔Ιεροσόλυμα, ἐλθόντι πρὸς αὐτὸν τῷ Χουσὶ εφη "ινα τί ἑταῖρος ων τοῦ πατρός μου πρὸς ἐμὲ ηκεις ἐκεῖνον λιπών;" ὁ δέ "τῷ ἐκλελεγμένῳ παρὰ θεοῦ συνέσομαι" ειπε, "καὶ συνέψομαι τῷ ᾑρετισμένῳ παρὰ παντὸς τοῦ λαοῦ." τί δὲ δεῖ πράττειν τὸν ̓Αχιτόφελ ηρετο ὁ ̓Αβεσαλώμ. καὶ ος συνεβούλευσε ταῖς τοῦ πατρὸς μίσγεσθαι παλλακαῖς, ιν' ουτω γνοῖεν πάντες ασπονδον ειναί σοι τὴν εχθραν πρὸς τὸν πατέρα σου. καὶ ἐποίησε κατὰ τὴν συμβουλὴν ταύτην ̓Αβεσαλώμ. αἰτήσαντος δὲ τοῦ ̓Αχιτόφελ μυρίους ανδρας, ὡς αν αὐτίκα κατα1.112 διώξῃ οπισθεν τοῦ βασιλέως ∆αβὶδ καὶ τῶν μετ' αὐτοῦ ἐκλελυμένων οντων ὑπὸ τοῦ κόπου, καὶ τὸν μὲν πατάξῃ, τοὺς δὲ ἐπιστρέψῃ, ὁ ̓Αβεσαλὼμ ἠρώτησε τὸν Χουσὶ περὶ τῆς συμβουλῆς. ὁ δὲ οὐκ ἀγαθὴν αὐτὴν ἀπεφήνατο, λέγων ὡς "οὐκ ἠγνόηταί σοι ἡ τοῦ πατρὸς καὶ τῶν μετ' αὐτοῦ ἀνδρεία καὶ ἐμπειρία. δεῖν δὲ νομίζω ἐκ πάσης τῆς χώρας στρατιὰν συλλεξάμενον ουτως αὐτόν σε κατὰ τοῦ πατρὸς ὁρμῆσαι καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ πάντως νικήσεις, πρὸς βραχεῖς μετὰ πολλῶν συρρηγνύμενος." καὶ ειπεν ̓Αβεσαλὼμ καὶ οἱ σὺν αὐτῷ "ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν ̓Αχιτόφελ." πάντα δὲ ταῦτα Χουσὶ τῷ Σαδὼκ καὶ τῷ ̓Αβιάθαρ τοῖς ἱερεῦσι δηλῶσαι τῷ ∆αβὶδ ἐνετείλατο. οἱ δὲ ἐστάλκασι πρὸς ∆αβὶδ ανδρας τοὺς γνωριοῦντας αὐτῷ τὰ γενόμενα. ἀπηγγέλη δὲ τῷ ̓Αβεσαλὼμ περὶ τῶν ἀνδρῶν, καὶ κατεδίωκεν αὐτούς. ο γνόντες ἐκεῖνοι προσφεύγουσιν ἐν οἰκίᾳ τινός, καὶ εἰς φρέαρ καταδύντες ἐκρύβησάν τε καὶ ελαθον, καὶ τῷ ∆αβὶδ ἐκεῖθεν ἐξελθόντες τὰ μηνυθέντα ἀπήγγειλαν. ὁ δὲ νυκτὸς σὺν τοῖς μετ' αὐτοῦ διέβη τὸν ̓Ιορδάνην. ̓Αχιτόφελ μέντοι παρευδοκιμηθείς, καὶ γνοὺς οτι κακὰ συναντήσεται τῷ ̓Αβεσαλώμ, ἀπῆλθεν εἰς τὸν οικον αὐτοῦ καὶ