44
αφωνος. εστιν ια ἡ φωνή. καὶ πλεονασμῷ τοῦ ˉο ἰὸν, διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι. ἐξ αὐτοῦ γίνεται ις, καὶ ανιος ὁ αφωνος, καὶ μεταθέσει τοῦ ˉι εἰς ˉε γίνεται ανεος. καὶ ἀττικῶς ανεως. η ἀπὸ τοῦ αυω, τοῦ σημαίνοντος τὸ φωνῶ, γίνεται ονομα ῥηματικὸν αυος καὶ αναυος. ὡς αὐδῶ αναυδος. καὶ κατ' ἀποβολὴν τοῦ ˉυ αναος καὶ ἀττικῶς ανεως. ὡς ναὸς νεώς. Ανετοσ. παρὰ τὸ ιημι, ετος καὶ αφετος καὶ ανετος. ̓Ανέστιοσ. ὁ αοικος. ἑστία δὲ ἡ οἰκία. ̓Ανεξέλεγκτοσ. ἀβασάνιστος, ἀδόκιμος. ̓Ανείμονεσ. οἱ ανευ ἱματίων. Ανεμοσ. κίνησις ἀέρος, η ἀναθυμίασις ξηρὰ, η πλῆθος ξηρᾶς ἀναθυμιάσεως, η ῥεῦμα ἀέρος, ταῖς τῶν τόπων ἐξαλλαγαῖς, οθεν ῥεῖ, τὰς ἐπωνυμίας ἀμείβων. ̓Ανήλιποσ. ὁ ἀνυπόδητος. ̓Ανήλατοσ. ὁ μηδέπω δαμασθεὶς ὑπὸ ζυγίων, alpha.172 η ἐλασθεὶς, η ὁ ἀπειθής. ἐλαύνω, ἐλάσσω, ηλακα, ηλασμαι, ηλασται, ἠλαστὸς καὶ ἀνήλατος, κατὰ ἀποβολὴν τοῦ ˉς. ̓Ανήριθμοσ. ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος, ἀλλὰ περιεῤῥιμένος. ̓Ανηρίναστοσ. ὁ μὴ κρατῶν α εχει, ἀλλ' ἀποβάλλων. ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν, διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν, ο ἐστιν ἀγρίων συκῶν. * ̓Ανειμένοσ. ἐστὶν ὁ ἀμελὴς καὶ ῥάθυμος.* ̓Ανήλιπτοσ λέγουσιν, οὐχὶ ἀνήλιφος, οὐδὲ ἀνάλιφος. ̓Ανήρεισ. ἀνάνδρους. ἐκ τοῦ ἀνύω τὸ πράττω. ̓Ανήρ. ἀπὸ ἐτῶν ˉλˉε εως ἐτῶν ˉμˉ. ̓Ανήνυτοσ. ὁ ἀπλήρωτος. Ανηβοι. οἱ ˉιˉβ ἐτῶν οντες, οἱ μήπω φθάσαντες τὴν νενομισμένην ἡλικίαν. ̓Αννίβασ. κύριον. ̓Ανιγρόσ. φαῦλος, βλαβερὸς, λυπηρός. παρὰ τὸ ἀνία ἀνιαρὸς, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ˉγ ἀνιγρός. παρὰ δὲ τὸ ἀνία ἀνιαρὸς, τὸ ἀνιῶ ῥῆμα. ̓Ανίψαλλον. ἀβλαβῆ. ̓Αννίκερισ. κύριον. ος ̓Επικούρειος ἐγένετο φιλόσοφος ων καὶ Κυρηναῖος. alpha.173 ̓Ανιωχμόν. καταδίωξιν. παρὰ τὸ διώκω, διώξω, δεδίωγμαι, διωγμὸς, καὶ τροπῇ τοῦ ˉγ εἰς ˉχ διωχμός. ἐκ γὰρ τοῦ διώκω γίνεται διωκὴ καὶ κατ' ἀποβολὴν τοῦ ˉδ ἰωκή. ̓Αννίτης καὶ ̓Αννιάνοσ. ἀπὸ τοῦ Αννια η ἀπὸ τοῦ Αννα, ητις ἐστὶ πόλις τῆς ̓Ιουδαίας. ̓Ανθερεών. ὁ ἀπὸ τοῦ γενείου τόπος. διὰ τὸ θορεῖν τὸ πνεῦμα δι' αὐτοῦ, η οτι κατὰ τὴν ενθεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπίνειν· ἐνθερεὼν τὶς ων. οἱ δὲ παρὰ τὴν ανθησιν τῶν τριχῶν. οθεν κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος· τέκνον μὴ σύ γε μητρὸς ὑπ' ἀνθερεῶνος ἀμήσῃς. ̓Ανθέρικεσ. αἱ προβολαὶ τῶν ἀσταχύων. καὶ ἀνθέρικος. παρὰ τὸ ανθος παράγωγον ανθερος καὶ ἀνθέρικος. ̓Ανθοσμίασ. οινος εὐώδης. ὁ ἀνθέων ὀσμὴν εχων. Ανθραξ. πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ καὶ γεωδεστέρᾳ υλῃ ἐναπομεῖναν· μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς ἡ περὶ τὴν παχεῖαν υλην τοῦ πυρὸς ὁμιλία ανθρακες ὀνομάζονται. παρὰ τὸ θέρω, τὸ θερμαίνω, θέραξ, καὶ ἐν συγκοπῇ ανθραξ. alpha.174 Ανθρωποσ. ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. τί ἐστι ζῶον; οὐσία εμψυχος αἰσθητική. τί ἐστιν οὐσία; υπαρξις αὐθυπόστατος. διὰ τί ειπε ζῶον; διὰ τὰ ζωόφυτα. διὰ τί ειπε λογικόν; διὰ τὰ αλογα. διὰ τί ειπε θνητόν; διὰ τὰ ἀθάνατα. η ανθρωπος ἐστὶ ζῶον λογικὸν, θνητὸν, ὀρθοπεριπατητικὸν, πλατυόνυχον, γελαστικόν. η ζῶον ἐξ ἐναντίων οὐσιῶν ὁμόχρονος καὶ αῤῥητος σύνθεσις. η ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ζῶον· κατὰ ἀφορισμὸν τῆς ἀψύχου κτίσεως. λογικόν· κατὰ ἀφορισμὸν τῆς ἀλόγου οὐσίας. θνητόν· κατὰ ἀφορισμὸν τῆς ἀθανάτου τῶν ἀγγέλων ὑπάρξεως. νοῦ καὶ ἐπιστήμης δεκτικόν· ὡς ἐν εἰκόνι θεοῦ κατὰ χάριν ὑπάρχον. η ανθρωπος ἐστὶ ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. νόησιν δὲ ἐνταῦθα τὴν μάθησιν ειπε· διὸ καὶ ἐπήγαγε· καὶ ἐπιστήμης. η ζῶον λογικὸν, θνητὸν, καὶ τῶν ἐναντίων, ἀνὰ μέρος, δεκτικόν. η ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος θνητοῦ συνεστός. -ανθρωπος δὲ παρὰ τὸ ανω ἀθρεῖν τὴν ωπα, ηγουν ανω ὁρᾷν τοὺς ὀφθαλμοὺς, ηγουν ἀναλογίζεσθαι α ειδε καὶ ηκουσε, τῶν ἀλόγων ζώων μὴ λογιζομένων καὶ προνοουμένων. οὐ alpha.175 γὰρ αν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν, ὁρῶν αλλον κρατούμενον. η παρὰ τὸ ανω ἀθρεῖν, η παρὰ τὸ εναρθρον εχειν τὴν ωπα. τετραχῶς δὲ λέγεται ὁ ανθρωπος ἐν τῇ γραφῇ· ανθρωπος ὁ θεὸς, καὶ ὁ