γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δείκνυν ται αὐτῶν ἀσεβέστεροι; Ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τὸν παρ' αὐτοῖς νομιζό μενον θεὸν μείζονα ἀξιοῦσθαι, τιμώντων αὐτὸν τῇ τῶν λογι κῶν θυσίᾳ· ὅσῳ γὰρ τοῦ ἀλόγου τὸ λογικὸν τιμιώτερον, το σούτῳ καὶ ἡ τούτου θυσία σεμνοτέρα ἐκείνης. Καὶ τοῦτο δείκνυται ἐκ τῶν κατὰ τὸν Ἰεφθάε σαφέστερον, ὅς, τὴν ἰδίαν θυγατέρα προσκομίσας θυσίαν, ἐν τῇ πρὸς Ἑβραίους ἐπι στολῇ ὑπὸ τοῦ ἀποστόλου ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν μνη μονεύεται. Ἀπόκρισις. Oὐ χρὴ σκοπεῖν τὴν κατὰ τὸν νόμον θεῷ προσφερομέ νην θυσίαν, ὅτι τῶν ἀλόγων ἐστὶν αἵματα, ἀλλὰ τὸ πῶς προσ εδέξατο ταύτην ὁ θεὸς προσαγομένην αὐτῷ. Eἰ μὲν γὰρ τὸ αἷμα τῶν ἀλόγων ζώων τὸ προσφερόμενον οὕτως προσεδέξατο ὡς εἰ τὴν ἑαυτοῦ ψυχὴν προσήνεγκεν ὁ τοῦτο προσφέρων, δῆλον ὅτι ἡ μὲν θυσία τὴν πρώτην τάξιν ἔλαβεν ἀπὸ τῆς εὐδοκίας τοῦ ταύτην οὕτως προσδεξαμένου καὶ ὁ θεὸς τὴν πρώ την τιμήν. Ὅτι δὲ ὡς τὴν ἑαυτοῦ ψυχὴν οὕτως προσέφερε τῷ θεῷ ὁ τὸ αἷμα τῶν ἀλόγων προσενέγκας, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα· Ἀντὶ τῆς ψυχῆς, φησί, τῶν προσφερόντων τὸ αἷμα τῶν θυσιῶν αὐτῶν προσφέρεται εἰς τὰ ἅγια τῶν ἁγίων. Μὴ οὖν ἀπὸ τῆς φύσεως τοῦ προσαγομένου ἀλλ' ἀπὸ τῆς δια θέσεως τοῦ προσδεχομένου κριτέον τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀν θρώπων μὴ βουληθέντος ἀναλῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δε δωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξάνεσθαί τε καὶ τὸ διαμέ νειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τάξιν. Oἱ δὲ παρ' Ἕλλησι θρησκευόμενοι θεοί, ἅτε δαίμονες ὄντες πονηροί τε καὶ μισάνθρωποι, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανι στικαῖς τοῦ γένους τῶν ἀνθρώπων· ὅπερ ἐστὶ δεῖγμα μέγιστον τῆς μὲν τῶν ἑλληνικῶν θεῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώ πων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς. Aἰτία δέ, δι' ἣν ὁ Ἰεφθάε ἐν τῷ καταλόγῳ τῶν εὐσεβῶν ἠριθμήθη, ἔστιν αὕτη. Ἠιτήσατο ὁ Ἰεφθάε νίκην κατὰ τῶν ἐχθρῶν· ὑπὲρ δὲ ταύτης τῆς νίκης εὐ χαριστικὴν εὐχὴν ἀορίστως ηὔξατο, τὸ προσαγαγεῖν εἰς θυ σίαν τὸ ἐκ τοῦ οἴκου αὐτοῦ ἐξερχόμενον εἰς ἀπάντησιν αὐτῷ ἐκ τοῦ πολέμου τροπαιούχῳ ἐπανερχομένῳ. ∆εξάμενος δὲ ὁ διά βολος τὸ ἀόριστον τῆς εὐχῆς ἐμηχανᾶτο ἐξ αὐτοῦ θεῖναι τῷ Ἰεφθάε παγίδα παραβάσεως, καὶ κινεῖ τὴν θυγατέρα αὐτοῦ, μονογενῆ οὖσαν, μετὰ κιθάρας ἐξελθεῖν ἐκ τοῦ οἴκου εἰς συν άντησιν αὐτῷ, ἵνα φεισαμένου τοῦ Ἰεφθάε τῆς θυγατρὸς ἀναγ κασθῇ ποιήσασθαι τῆς εὐχῆς τὴν ἀθέτησιν. Ἀλλ' ὅμως πα γίδα θεὶς ὁ διάβολος τοῦ θηράματος οὐκ ἔτυχε, προτιμοτέραν ἡγησαμένου τοῦ Ἰεφθάε τῆς ζωῆς τῆς θυγατρὸς τὴν ἀπόδοσιν