φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳστώνῃ καιρὸν σχοίη τὸ τοῦ ἀποστάτου ἑταιρικὸν, καὶ πόλεις πορθεῖν, καὶ εἰς μείζονα ἐξολισθήσοι ἀπόνοιαν· ἀλλ' ἐκ τῶν ἐνόντων, ὅποι παρείκοι, ἀντικαθίστασθαι κραταιῶς, καὶ τοὺς 117 πελάτας ἀμύνεσθαι. Βάρδαν οὖν, τὸν κατ' ἐπωνυμίαν Σκληρὸν, ἄνδρα λίαν ἐκτόπως νεανικὸν καὶ δραστήριον, οὗ τὴν σύναιμον Μαρίαν κοινωνὸν ἔσχε βίου τὸ πρόσθεν ὁ Ἰωάννης, κάλλει καὶ σωφροσύνῃ ἐς μέγα κλέους ἥκουσαν (ἔφθη δὲ ταύτην ὁ πικρὸς κατεργασάμενος θάνατος)· τοῦτον ἐν Μαγίστροις τελοῦντα καὶ τῶν ἐπὶ Θρᾴκης στρατευμάτων ἐπιστατοῦντα, καὶ τὴν τῶν Ῥῶς σφαδάζουσαν κατὰ τῶν Ῥωμαίων ἐπήλυσιν γενναίως ἀποτειχίζοντα, μετὰ τὴν ἀριστείαν, ἣν ἔναγχος ἀνεδήσατο τοὺς Σκύθας τρεψάμενος, ᾗπέρ μοι ἤδη δεδήλωται, μεταπεμψάμενος ὁ βασιλεὺς καὶ στρατηλάτην ἀνακηρύξας κατὰ τῶν στασιωτῶν, ἐς τὴν Ἀσίαν ἐξέπεμψεν· ἐντειλάμενος, εἰ οἷόν τε εἶναι, μὴ μιᾶναι τὴν γῆν, ὅτι μὴ πᾶσα ἀνάγκη, τῷ τῶν ὁμοφύλων αἵματι· ἀλλὰ τιμῶν ὑποσχέσεσι καὶ χρημάτων διανομαῖς καὶ πίστεσιν ἀπαθείας ὑπαγαγέσθαι τοὺς τῷ ἀποστάτῃ συναπαχθέντας. ἐνεχείριζε δὲ αὐτῷ καὶ τόμους, κατασεσημασμένους ἐκ χρυσοῦ σφραγῖσι βασιλικαῖς, οἷς ἐνεγέγραπτο ταξιάρχων καὶ στρατηγῶν καὶ Πατρικίων τιμαί. τούτοις ἐγκελευσάμενος δεξιοῦσθαι τοὺς γνωσιμαχοῦντας, καὶ ἀθετοῦντας τὴν τοῦ τυράννου αὐθεντίαν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἀποκλίνοντας δούλωσιν. ὁ δὲ στρατηλάτης Σκληρὸς, τὸν Βόσπορον περαιωθεὶς καὶ κατειληφὼς τὸ ∆ορύλαιον, ἐνταῦθα τὸν στρατὸν ἀνεκαλεῖτο, καὶ ἐς φάλαγγα καθίστη, καὶ ταῖς καθ' ἡμέραν μελέταις ἐγύμναζεν. ἤδη δὲ καὶ ἀποχρῶσαν ὁρῶν τὴν ἐπισυναχθεῖσαν στρατιὰν, ὡς εἶναι ἱκανὴν ἐξ ἀντιπάλου παρατυχὸν τοῖς ἐναντίοις συμπλέκεσθαι, τῷ 118 ∆ουκὶ Βάρδᾳ καὶ συγκηδεστῇ (ἀδελφὴν γὰρ τοῦ Φωκᾶ Κωνσταντῖνος Πατρίκιος, ὁ τοῦ Σκληροῦ σύναιμος, σύζυγον εἶχε) δηλοῖ ταῦτα· δʹ. Ἐπισφαλῶς ἐβουλεύσω καὶ λίαν ἐπικινδύνως, ἀναίδην κατὰ τῶν κρατούντων ἀπαυθαδισάμενος, καὶ τὴν ὀλέθριον μελετήσας τυραννίδα, καὶ ὅπλα κατὰ τῶν ὁμοφύλων ἀράμενος, καὶ καταμιάνας ἱερῶν οἴκων ἕδη ταῖς τῶν ἀπαιδεύτων συνωμοτῶν προνομαῖς. εἰς κενὸν ἠπατήθης, Πατρίκιε, λέοντα νύσσων κοιμώμενον, τὸν ἀήττητον αὐτοκράτορα. οἶδας γὰρ, ὡς ἐν ταῖς μάχαις ἐπιφανεὶς οὗτος, πολυάνθρωπα στρατόπεδα ἐκ τῆς φήμης καὶ μόνης ἐτρέψατο. πῶς οὖν, διεφθαρμένων ἀνδρῶν συμβουλίαις ἀναπεισθεὶς, εἰς τοιοῦτον ὄλισθον ἐνσέσεικας σεαυτόν; ἀλλ', εἰ δοκεῖ, πείσθητί μοι, ὡς συγκηδεστῇ, καὶ φιλοῦντι, καὶ τὰ λῴονα συμβουλεύοντι· καὶ ἀπώθου τὴν κακίστην τυραννίδα, καὶ τῆς σωτηρίας ἀντιλαβοῦ, συγγνώμην τοῦ σφάλματος αἰτησάμενος (ἐγὼ δὲ αὐτὸς ἐγγυῶμαι, μηδέν σε πείσεσθαι τῶν ἀηδῶν, οὔτε πρὸς τοῦ κρατοῦντος, οὔτε πρὸς ἄλλου τινὸς, ἀλλὰ καὶ τῷ συνεπομένῳ σοι στίφει ἀμνηστεία τῆς προπετείας δοθήσεται)· καὶ μὴ βουληθῇς τὸν θυμὸν ἐξοπλίσαι κατὰ σοῦ τὸν βασιλικὸν, ὃς ἀπαραίτητός ἐστι τοῖς εὐγνωμονεῖν οὐκ ἐθέλουσι. τῶν σεαυτοῦ λοιπὸν γενόμενος λογισμῶν μὴ προῇ τὴν ἐσχάτην ἄγκυραν, ἀλλ', ἕως τὸ φιλάνθρωπον πρόκειται, ἄσπασαι τοῦτο, ὅπερ εἰσαῦθις ἐπιζητῶν οὐχ εὑρήσεις, καὶ πολλὰ καταθρηνήσεις, σαυτὸν τῆς ἀβουλίας μεμφόμενος. Ὁ δὲ Φωκᾶς 119 Βάρδας, τὴν δύναμιν ἀναλεξάμενος τῆς γραφῆς, ἀμείβεται ταῦτα· Ἀγαθόν τι χρῆμα καὶ θεῖον εἶναι τὴν συμβουλὴν ἐξεπίσταμαι, παλαιῶν βίβλους παραναγνοὺς καὶ αὐτός· ἰσχύειν δὲ ταύτην τηνικαῦτα λογίζομαι, ὁπηνίκα θεραπείαν τὰ πράγματα δέχονται. ὅταν δὲ περὶ αὐτὰ τὰ καίρια κινδυνεύωσι, καὶ εἰς τὰ πύματα δεινὰ συνελαύνωνται, ἶσα καὶ τῷ μηδὲν ἰσχύειν οἶμαι τὴν συμβουλήν. ἐγὼ γὰρ