καταφρονήσῃς αὐτοῦ, ὦ ἄνθρωπε, ἀλλ' ἐλθὲ ἐπὶ τὸν ἀγῶνα καὶ ἄθλησον, ἵνα καὶ τοῦ στεφάνου καταξιωθῇς ἔργῳ καὶ ἀληθείᾳ. πολλοὶ γάρ εἰσιν ἐξ ἡμῶν ἀκούοντες τὸν ἀπὸ τῶν γραφῶν λόγον καὶ μηδέν, ὧν λέγουσιν αἱ γραφαί, κεκτημένοι, ἀλλὰ ξένοι τῆς ἐργασίας καὶ τῆς αἰσθήσεως μόνον λαλεῖν εἰδότες. «ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». χρεία δρόμου καὶ κόπου καὶ ἀγῶνος, χρεία θλίψεως καὶ πόνου, ἵνα τις ἀναπαυθῇ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 5.2.8 Ὑποδείξω σοι ἀπὸ μέρους τὴν ὑπερβολὴν τοῦ ἀποκειμένου τοῖς ἀθλοῦσι πλούτου. ὥσπερ ἐάν τις προσελθὼν βασιλεῖ πορφύραν ἐνδεδυμένῳ εἴπῃ· "1ἄφες τὴν βασιλικὴν ἀξίαν, ἀπόστηθι τῆς τυραννικῆς δυναστείας, καὶ δεῦρο χοίρους νέμησον καὶ ἔνδυσαι χιτῶνας ῥυπαροὺς καὶ κατερρωγότας"2, οὕτω καὶ ὁ ἀνδρὶ πνευματικῷ κατηξιωμένῳ τῆς ἐπαγγελίας τοῦ θεοῦ καὶ ἀπογεγραμμένῳ ἐν τῇ ἐπουρανίῳ πόλει διδοὺς πλοῦτον ἢ ἀξίωμα ἢ κράτος γήϊνον δυσωδίαν καὶ ἀτιμίαν καὶ ὕβριν νομίζεται διδόναι, διότι ἐν ἐκείνοις τοῖς ἐπουρανίοις βυθίζονται, καὶ οἱ τοιοῦτοι πλουτοῦντες καὶ μεθυσκόμενοι μέθῃ πνευματικῇ καὶ ἄλλης γεγονότες πόλεως πάντα τὰ φαινόμενα φαντασίαν ἡγοῦνται, εἴτε δόξαν εἴτε λόγων δύναμιν καὶ κόμπον, πάντα σαλευόμενα καὶ μὴ ἐπιβεβηκότα βάσεως στερεᾶς. 5.2.9 Ἐάν τις ᾖ ἀπὸ ἀξιώματος, μὴ λογισάσθω καθ' ἑαυτὸν κατόρθωμά τι ἀξιόπιστον πεποιηκέναι, ἀφορῶν εἰς τὴν ταπεινοφροσύνην τοῦ Χριστοῦ καὶ τὰ ἐμπτύσματα, ἀλλὰ παιδευθήτω ὅτι ἄνθρωπός ἐστι, γῆ καὶ σποδὸς ὅλος, ἐπισκεψάσθω δὲ ἑαυτόν, εἰ υἱός ἐστι προφητῶν καὶ ἀποστόλων. ἐκτὸς γὰρ ἐκείνου τοῦ ἐπουρανίου κτήματος, ἐκτὸς ἐκείνης τῆς βασιλείας, ἐκτὸς τοῦ παρακλήτου ἐκείνου, τῆς ζωῆς καὶ τοῦ φωτός, ἐκτὸς τῆς τρυφῆς καὶ τῆς εἰρήνης καὶ τῆς ἀγαλλιάσεως κονιορτός ἐστι τὰ πάντα. 5.2.10 Μακάριαι αἱ ψυχαὶ τῶν Χριστιανῶν, ὅτι ἔχουσι τὸν ποιμένα Ἰησοῦν Χριστὸν φωτίζοντα, ὁδηγοῦντα. τί τούτου μεῖζον, ὅτι τὴν ὑπόστασιν αὐτοῦ καὶ τὴν φύσιν ἐμπιστεύει καὶ συγκιρνᾶται τῷ νῷ καὶ τοῖς λογισμοῖς, καὶ σκιρτῶσιν ὡς ἄρνες ἐν τῇ εὐλογημένῃ βασιλείᾳ; 5.2.11 Ἔστι γεωργὸς ἔμπειρος μετὰ πολλῆς τέχνης ἐργαζόμενος τὴν γῆν, καὶ διότι ἡ γῆ τραχεῖα καὶ ἄκαρπός ἐστιν, οὐδὲν ὤνησεν ἡ τέχνη τοῦ τεχνίτου. καὶ ἔστι στερρὰ γῆ καρποφόρος καὶ γονίμη, νικῶσα τῇ εὐκαρπίᾳ τὴν τῶν ἐμπονούντων ἀπειρίαν. 5.2.12 Οἱ περιγενόμενοι τῶν παθῶν τῆς ἁμαρτίας οὗτοι καὶ τῶν σωματικῶν ἠλευθέρωνται παθῶν, πόνων καὶ πυρετῶν καὶ πάντοτε ὑγιεῖς εἰσιν. ἀλλ' οὐδὲ τοιοῦτοι ὄντες ἀμεριμνοῦσι παντελῶς. εἰ γὰρ ἦσαν οἱ τοιοῦτοι πάντοτε ἀμέριμνοι, ἐλεύθεροι, ἀφειμένοι, ὡς ἀναγκαστικῇ δυνάμει ὄντες ἀγαθοί, ὑπὸ τῆς συνούσης χάριτος ἐγίνοντο τοιοῦτοι καὶ οὐκέτι ἐφαίνετο τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου. ἐπεὶ οὖν μέσον ἐστὶ τὸ θέλημα, παραχωρεῖ ἡ χάρις καὶ ἐπέρχονται αὐτοῖς θλίψεις καὶ πειρασμοί. οὔτε οὖν οἱ ἁμαρτωλοὶ πάντοτε ἐν θλίψει εἰσὶν οὔτε οἱ δίκαιοι πάντοτε ἀμέριμνοι. 5.3.1 Ἐρώτησις. Εἰ ὡς τῷ κυρίῳ ἐλάλησεν ὁ διάβολος, ὅτε αὐτὸν ἐν τῇ ἐρήμῳ ἐπείρασεν εἰπών· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτω καὶ τοὺς δικαίους πολεμεῖ, λαλῶν λόγους ἔξωθεν πρὸς τὸ πειρᾶσαι; Ἀπόκρισις. Τοῖς μηδέπω τελειωθεῖσιν ὁ σατανᾶς ἐν μυστηρίῳ ἔσωθεν διὰ τῶν πονηρῶν διαλογισμῶν τῇ ψυχῇ προσδιαλέγεται, τοὺς δὲ νηπιωτέρους πολλάκις καὶ ἔξωθεν φαντάζει παραφαινόμενος ἐν εἴδεσί τισι πρὸς τὸ ἁρπάσαι τὸν νοῦν αὐτῶν. μεγάλοις δὲ ἀνδράσιν, οἵτινες ἔσωθεν αὐτὸν ἐξέβαλον διὰ τῆς θείας δυνάμεως, ταρασσόμενος καὶ συνεχόμενος ἐπιφαίνεται πρὸς τὸ μετεωρίσαι καὶ ἀσχολῆσαι τὸν νοῦν, τοῦ μὴ προσεγγίσαι τῷ θεῷ. 5.3.2 ὅταν γὰρ καθαρεύσῃ ὁ νοῦς, βλέπει αὐτὸν ἔσωθεν καὶ ἔξωθεν. καὶ τί θαυμαστόν, ὁπότε καὶ οἱ δίκαιοι ἔσωθεν καὶ ἔξωθεν βλέπουσι τὸν Χριστόν; τί γὰρ λέγει Στέφανος; «ὁρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ θεοῦ ἐστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ». καὶ Παῦλον ἐν τῇ ἀρχῇ ἔξωθεν «περιήστραψε φῶς»