σπουδῆς καὶ παρασκευῆς, καὶ κατόπιν ἐλάσαντες πολλοὺς μὲν ἀνεῖλον, ἄλλους δὲ ζωγρήσαντες ἔλαβον. τότε δὴ προκαθίσας ὁ τῶν Λατίνων ἐξάρχων οὐκ ἄκαιρον οὐδ' ἀνεύλογον δημηγορίαν 124 συνήγαγε· κατέγνω γὰρ τῶν Ῥωμαίων ἀσέβειαν, ὅτι ἐν τοιαύτῃ φοβερᾷ καὶ θαυμασίᾳ ἡμέρᾳ, ἥτις ἑορτῶν ἐστὶν ἑορτή, τὰς χεῖρας κατὰ Χριστιανικῶν αἱμάτων ἐξώπλισαν, μὴ ἐφειμένον ὂν ἐν ταύτῃ τοῖς ὀρθοδόξοις μηδὲ κατὰ ἀλλοφύλων ἐπεξιέναι καὶ τὴν χάριν ὑβρίζειν τῆς ἀναστάσεως. ὅμως πράως τούτοις προσενεχθεὶς καὶ συμπαθείας ἀξιώσας ἀπέλυσε. τοὺς δὲ τραυματίας ἐν ταῖς κώμαις ἀπέθετο, τὴν ἐπιμέλειαν αὐτῶν ἐπιτρέψας ἀπαραλόγιστον. Ταῦτα τοῦ βασιλέως μεμαθηκότος, κατήπειξαν αὐτὸν πρὸς τὴν ἔξοδον. γενόμενος οὖν ἐν τῇ ἐπισκέψει τῶν Μελαγγείων, καὶ κατὰ μικρὸν ἀθροίζων τὴν στρατιάν, ὁπότε κἀμὲ πρὸς τὴν αὐτὴν λειτουργίαν μὴ θέλοντα ἐλθεῖν κατηνάγκασε τῷ τῶν πατρικίων τετιμηκὼς ἀξιώματι, μέχρι τοῦ ∆ορυλαίου τὴν φορὰν ἐποιήσατο. ἐκεῖσε δὲ τρεῖς ἡμέρας προσκαρτερήσαντος, πρέσβεις ἧκον ἐκ τοῦ Κρισπίνου, τὴν ὁμολογίαν τῆς δουλώσεως ἐκείνου σαφῶς ἀπαγγέλλοντες καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως. καὶ ἁπλῶς ἀμνηστίαν ἐπιζητήσας τῶν πρὶν γενομένων, ὡς αὐτοῦ μὴ θέλοντος πολεμεῖν οἱ Ῥωμαῖοι προσυπαντήσαντες κατηνάγκασαν, ἔτυχε τῆς αἰτήσεως, τοῦ βασιλέως περιχαρῶς δεξαμένου τὴν τοιαύτην ὁμολογίαν διὰ τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τὰς πολεμικὰς πράξεις καὶ διατάξεις ἐπίδοξον· καὶ γὰρ καὶ Τούρκων 125 προεντυχὼν πληθύι πολλῇ μεγάλας τὰς ἀνδραγαθίας ἐκ χειρὸς ἀπειργάσατο. προϊόντι δὲ τῷ βασιλεῖ ἐκεῖθεν μεθ' ἡμέρας τινὰς ἀπαντῶν καὶ δουλοπρεπῶς ἅπαντα ποιησάμενος συνείπετο τῷ βασιλεῖ, καὶ αὐτὸς ὀλίγους τινὰς τῶν οἰκείων στρατιωτῶν ἐπαγόμενος· τοὺς γὰρ ἄλλους κατέλιπεν εἰς ὅπερ ἐπεκράτει τοῦ Μαυροκάστρου φρούριον, εἰς ἕνα τῶν Ἀρμενιακῶν τόπων ἐπὶ λόφου κείμενον ὑψηλοῦ καὶ δυσκατεργάστου. διαβληθεὶς δὲ πρὸς τὸν βασιλέα ὡς μελετῶν καὶ αὖθις ὠμόν τι καὶ ἄπιστον κατὰ τὴν οἰκείαν φυλήν (φύσει γὰρ ἄπιστον τὸ γένος τῶν Θράγγων), καὶ ὅτι οὐχ ἡ προαίρεσις ἀλλ' ἡ τῶν ἑταίρων αὐτοῦ ἀπουσία τὴν ἀναβολὴν ποιεῖ τοῦ μὴ ἐπιθέσθαι τῷ βασιλεῖ, πολλὰ καταγνωσθεὶς ὡς ἀχάριστος καὶ θεομισής, ἐκεῖθεν ἀπεπέμφθη τοῦ στρατοπέδου, μὴ καθαρῶς ἀπελεγχθείς, ὑπονοηθεὶς δὲ διὰ τὴν προτέραν ἀπόνοιαν καὶ τὸ παρὰ Νεμίτζου τινὸς τῶν ἐπισήμων κατηγορηθῆναι σφοδρῶς. οἱ δ' ἑταῖροι τούτου μαθόντες τὸ γεγονός, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν κατήλασαν, πολλὰ δεινὰ τοῖς ἐκεῖσε δι' ἐπιδρομῆς ἐργαζόμενοι. Ἐπεὶ δ' ὁ βασιλεὺς μετὰ πλήθους ἧκεν εἰς τὴν Καισάρειαν, εἶτα καὶ τῇ Λαρίσσῃ προσέμιξε, καὶ ἡ φήμη τὴν φήμην φθάνουσα ἦν ὡς Τούρκων πλῆθος ὅσον οὔπω ποτὲ πρὸ διαστήματος οὐκ ὀλίγου λεηλατεῖ καὶ κατατρέχει τὴν χώραν, ἐξέπεμψε μὲν μέρος τι τῆς στρατιᾶς κατ' αὐτῶν, μηδὲν δὲ 126 ἀνύσας, ἀλλὰ φεῦγον ὑποδεξάμενος τὸ πεμφθέν, συντεταγμένως τῆς πρόσω φερούσης εἴχετο. ἅμα δὲ τῷ καταλαβεῖν τὸν τῆς παρεμβολῆς τόπον καὶ τὸν βασιλέα τὴν βασιλικὴν σκηνὴν ὑπελθεῖν, μὴ τάφρου, μὴ χάρακος περιστάντων, ἀλλ' ἐν ὄχλῳ τῆς τῶν σκευῶν ἀποθέσεως τοῦ στρατοῦ καθεστῶτος, ἐφάνησαν οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς ἀκρολοφίας αὐτάς. οὕτω γὰρ ἔλαχεν ὁ τόπος ἐκεῖνος θέσεως, ὡς τὴν μὲν πεδιάδα τοὺς Ῥωμαίους κατέχειν, εἰς δὲ τοὺς περικυκλοῦντας βουνοὺς περικεχύσθαι τοὺς ἐναντίους, λανθάνοντας πρώην ἐκ τοῦ κατόπιν αὐτῶν ἀποκρύπτεσθαι. βοῆς δὲ γενομένης, καὶ τοῦ βασιλέως μὴ ἐκδεδωκότος ἑαυτὸν εἰς ἀνάπαυσιν, ἀλλὰ τὸ ἐνυάλιον σαλπίσαι προστάξαντος, προῄεσαν κατὰ τάξιν οἱ στρατιῶται, μηδὲ τῆς οὐραγίας ἔτι καταλαβούσης διὰ τὸ σχολαίως βαδίζειν εἰς φυλακὴν καὶ διάσωσιν τῶν ἐπαγομένων τὴν ἀγοράν. ἀρθέντων οὖν τῶν σημείων καὶ κατὰ