ἐπίδειξιν, οὕτω καὶ ἡ τῷ νηπιώδει σώματι καὶ ἀτελεστέρῳ ψυχὴ εἴπερ ἐν ἑτέρῳ τελείῳ γένοιτο τελείαν ἂν παραυτίκα καὶ τὴν ἐνέργειαν ἐπεδείξατο. ὁπηνίκα γοῦν ἐν τῷ Ἀδὰμ τὸ σῶμα τέλειον διεπέπλαστο, εὐθὺς καὶ αὕτη ἐνεργὸς καὶ δραστήριος ἦν. εἰ δέ τις λέγων ἐνίσταται τότε μὲν καὶ τὴν ψυχὴν τελείαν δεδημιουργῆσθαι εὐθύς, ὅτι καὶ τὸ σῶμα τέλειον τότε καὶ ὁλομελὲς ἅμα, ἀλλ' οὐ κατὰ βραχὺ διωργάνωτο, νῦν δὲ μὴ οὕτως ἔχειν, μηδὲ γὰρ τὸ σῶμα πάλιν ἄθρουν μηδὲ τέλειον διαπλάττεσθαι, τοῖς προτέροις λόγοις αὐτὸν ἐπιστόμισον. Τοῦτο μὲν οὕτως ἡμῖν διηυκρίνηται ὀλίγα ἐκ πολλῶν εἰποῦσι· μακρὸν γὰρ ἂν εἴη καταλέγειν πᾶν εἴ τι ἐντεῦθεν ἀνακύπτει ἄτοπον καὶ ἀδύνατον. δεύτερον δὲ καὶ περὶ τῶν στοιχείων ἐζήτησας, πυρός τε καὶ ὕδατος, ὁπότερον τούτων ὑφ' ὁποτέρου λέγομεν ἀναλίσκεσθαι. τὸ οὖν ἀναλίσκεσθαι, εἰ μή τι ἄλλο σοι βούλεται, ἀντὶ τοῦ φθείρεσθαι ἡμεῖς ἐξελάβομεν. λέγομεν οὖν ὅτι τὸ πῦρ καὶ τὸ ὕδωρ ἐναντία πρὸς ἄλληλα καθεστήκασι καὶ φυσικόν τινα κατ' ἀλλήλων ᾑρηκότα καὶ ἄσπονδον πόλεμον οὔπω καὶ νῦν τῆς μάχης ἐλώφησαν καὶ τῆς διαστάσεως. τὸ μὲν γὰρ πῦρ θερμὸν καὶ ξηρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν· καὶ τὸ μὲν πῦρ διαστατικόν τε καὶ διαιρετικόν, τὸ δὲ ὕδωρ κολλητικόν τε καὶ συνεκτικόν. καὶ ἵνα σοι μεταξύ τι καὶ ἥδυσμα παραθήσομαι, μέγιστόν τι τῶν ἱκετευμάτων παρὰ τοῖς Πέρσαις καὶ ἀπαραίτητον ἦν εἴ τις πῦρ εἰληφὼς καὶ ἐν ποταμῷ βεβηκὼς τὸ πῦρ ἀπειλοίη εἰς τὸ ὕδωρ ἀφήσειν, εἰ μή γε τεύξοιτο. ἐτύγχανε μὲν οὖν, ἐκολάζετο δὲ διὰ τὴν παρανομίαν τῆς ἀπειλῆς, ἐναντία γὰρ καὶ φθαρτικὰ ἀλλήλων τὸ ὕδωρ τε καὶ τὸ πῦρ. ἀλλ' ἰδοὺ καὶ τὴν λύσιν προανεφώνησα καὶ ἔχεις ἤδη ἁρπάσας αὐτήν, εἴ τί σου τῆς ταχυτῆτος καταμαντεύομαι. εἰ γὰρ ἐναντία ταῦτα ἀλλήλοις ἐστὶ καὶ μαχόμενα, παντὶ δὲ τῷ φθειρομένῳ ὑπεναντίον μᾶλλόν ἐστιν ἡ φθορά, καὶ πῦρ ὑπὸ ὕδατος 82 σβεσθήσεται καὶ ὕδωρ ὑπὸ πυρὸς ἐξαερωθήσεται, εἰ μή τις οὔτε πῦρ ἑωράκει ποτὲ σβεννύμενον ὕδατι οὔτε λέβητας ὅλους ὑδάτων κενωθέντας ὑπὸ πυρός· ὑπ' ἀμφοτέρων ἄρα καὶ ἄμφω φθαρήσεται καὶ ἀναλωθήσεται. Ταῦτα μὲν οὖν οὕτως εἴρηται πρὸς ἅ σοι ἠπόρηται πρὸς ἡμᾶς· σὺ δὲ ὁ καλὸς Κριτίας ἔχου μοι φιλοσόφων λόγων καὶ φυσικῶν ζητημάτων καὶ λύσεων. Πρὸς τοὺς λέγοντας μὴ εἶναι φύσει χρηστὸν τὸν ἄνθρωπον (ἐλέχθη δὲ ὁ τοιοῦτος λόγος αὐτοσχεδίως). Οὐ μικρὸς ὁ λόγος τῆς ἀπορίας οὐδὲ βραχεῖα ἡ τοῦ προβλήματος ζήτησις. καὶ τοῦτο δῆλον ἐξ ὧν οἱ παλαιότεροι τῶν σοφῶν περὶ τούτου ἠναντιώθησαν. ἀλλὰ μὴν καὶ Πλάτων αὐτὸς ὁ λύχνος τῆς καθ' ἡμᾶς φιλοσοφίας (ἵνα μὴ λέγω τῆς ὑψηλοτέρας καὶ κρείττονος) ταῖς οἰκείαις φαίνεται προτάσεσιν ἐν τῷ Περὶ ἀρετῆς ἀνταποκρινόμενος, τῷ μὲν φυσικῷ τὸ ἐπακτὸν ἀντιτιθείς, εἶτ' αὖθις τὸ ἀσκητὸν καὶ τὸ διδακτόν. καὶ ὥσπερ αὐτὸς ὑπ' αὐτοῦ σκοτοδινιῶν καὶ διαπορούμενος καὶ οὐκ ἔχων ὅποι τὸν φόρτον τῶν ἀποριῶν προσορμίσειεν, ἀχανεῖ πελάγει κατέδυ καὶ τελευτῶν θείᾳ μοίρᾳ τεταραγμένως ἀπέφηνε τὴν ἀρετὴν τῷ ἀνθρώπῳ ἐπιφοιτᾶν. εἰ οὖν οὕτω δυσθεώρητος ὁ λόγος καὶ δυσκατάληπτος καὶ πολλὴν ἔχων ταραχὴν τοῖς μὴ διαιρεῖν εἰδόσι τὰ λεγόμενα, ἀλλὰ συμφύρδην πως λύουσι τὰ ζητούμενα, πῶς ἂν αὐτὸς ἀδιακρίτως τὴν λύσιν [αὐτῷ], ἵν' οὕτως εἴπω, νεμέσαιμι ἢ αἰτιάσομαι τοὺς ἐπιδιστάζοντας; οὐχ οὕτω τετύφωμαι. ἵνα <οὖν> μὴ δόξω καινοτέραν βαδίζειν ὁδόν, ἢ μᾶλλον ἀλαζόνα καὶ ποιητικῶς εἰπεῖν ὑπεράνορα ὡς αὐτός τι πλέον ἔχων νοεῖν τῶν ἄλλων, σαφοῦς ὄντος τοῦ θεωρήματος καὶ ἔτι μᾶλλον σαφεστέρας τῆς λύσεως, ὡδίπερ