πολλοῖς ὕποπτον. ἀλλ' ἂν μὲν οὐδὲν ἔχῃ κοινὸν πρὸς ὃν κατηγορεῖν εἵλετο, οὐδέ τι μέσον ἀμφοῖν παρενεχθέν ἐστι, ταῖς τῶν πολλῶν ἀπαράδεκτός πως ἔτι ἀκοαῖς καὶ ἀναμένουσι τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν. εἰ δέ τι τῶν ὅσα συκοφαντῶν διερεθίζει ψυχὴν προηγήσεται, λογομαχία καὶ ἔρις καί τι τοιοῦτον, οὐδ' εἰ μυρίας ἔχειν λέγοι τὰς ἀποδείξεις ὁ κατηγορῶν, ὡς ἀληθείας τι παραδεικνύων σχῆμα πιστεύεται, ἀλλ' εὐθὺς πόρρω βάλλεται, πάντων ὑποπτευόντων καὶ τοῖς συκοφάνταις ὑποκλειόντων τὴν ἀκοήν. Σκέψασθε γοῦν ἐνταῦθα ὅπως μοι πρὸς τοὺς συκοφάντας πρὸ τῆς κατηγορίας εἶχε τὰ πράγματα, καὶ γνώσεσθε μηδὲν ἐκείνους κατηγορήσαντας ἀληθές. οἱ μὲν ἠξίουν παρακερδαίνειν καὶ πλείοσι χρῆσθαι τῶν ἱκανῶν· ἐγὼ δ' ἀπεμαχόμην καὶ συνιστάμην τοῖς πένησι, βασιλεῖ τε φίλα ποιῶν καὶ παρ' ἐκείνου τοῦτο λαβών. κἀκεῖνοι μὲν τοῖς προκατειργασμένοις καὶ τὰ τῆς ἐκκλησίας προσετίθουν ἢ προστιθέναι ἔσπευδον· ἐγὼ δ' οὐ συνεχώρουν, ἀλλὰ πᾶσι τρόποις ἐχρώμην, τὰ μὲν νουθετῶν, τὰ δ' ἀντιπίπτων καὶ ἀντιτιθέμενος. κἀγὼ μὲν ὅ τι δ' ἂν πρὸς ἐκείνους ἔλεγόν τε καὶ ἔπραττον, οὐ κατὰ πάθος οὐδὲν ὅ τί γε ποιῶν ἦν-οὐδὲ γὰρ ἐχρῆν ἱερέα τε ὄντα καὶ φυλάττοντα τὴν ὑπό[........]- περιωρίζετο δέ μοι μέχρις αὐτοῦ τὸ ἀντιλέγειν καὶ μάχεσθαι. οἱ δὲ ἀφ' ἑαυτῶν καὶ περὶ τῶν λοιπῶν δοκιμάζοντες καὶ δεδιότες μὴ καὶ εἰς τὰς τοῦ βασιλέως ταῦτα εἰσάγοιμι ἀκοάς, προλαμβάνουσι τὴν ὑπόληψιν ἑαυτῶν, καὶ περὶ μὲν ὧν μέσον ἡμῶν λεγόμενον ἢ πραττόμενον ἦν οὐδέν τι κατηγορήκασιν, ὅτι δὲ τὸν βασιλέα κακῶς λέγοιμι συντεθείκασιν. ἠπίσταντο γὰρ ὡς εἰ μὲν περὶ ἐκείνων συκοφαντήσουσιν, ἐς κεφαλὰς αὐτῶν ὁ λόγος χωρήσει, δειχρησομένης τῆς ἀληθείας· εἰ δέ τι ἄλλο κατ' ἐμοῦ τῶν ἀρρήτων συνθήσουσι καὶ δολερώτατα τοῦ κρατοῦντος ὑπέλθοιεν, αὐτοί τε ἂν παραδεχθεῖεν καὶ τὸν μέγιστον καθ' ἡμῶν ἀναρρίψαιεν κύβον. Καὶ διήμαρτόν γε οὐδὲν ὧν ὑπειλήφασιν. ἀλλὰ καί τινας τῶν ἀπιστοτάτων-συχνοὶ δὲ οὗτοι ἡμῖν ἐπιχωριάζουσι-προσειληφότες τοῦ δράματος κοινωνοὺς καὶ συλλήπτορας ἢ μᾶλλον συνωμότας τοῦ ἀσεβήματος, πάντοθε περιεκύκλουν καὶ σαγήνας περιεβάλλοντο. καίτοι γε τίνα λόγον ἔχει ἐμέ τι τῶν τοῦ βασιλέως ἀπᾷδον τρόπων εἰπεῖν, ὃς πρῶτος ἐγὼ τῶν εὐεργετημάτων αὐτοῦ θεμέλιον γέγονα; ὁμοῦ τε γὰρ ἐκεῖνος εἰσήγετο στεφθησόμενος κἀγὼ τῆς ὑπερορίας ἀνεκαλούμην. τίς δέ μου τῶν πάντων ἀκήκοε, τὸν ἅπαντα χρόνον παρ' ὃν ὑμῖν συμβεβίωκα, βασιλέως καθαπτομένου καὶ λοιδορίας τινὰς ἐπ' αὐτὸν συντιθέντος καὶ σκώμματα; κἂν μὴ τοῦτο δὲ συγχωρήσωσιν οἱ κατήγοροι, οὕτως ἀνόητος ἦν ὥστε τοῖς ἀπεχθεστάτοις τὰ τοιαῦτα πιστεύειν καὶ μηδὲν ὑποστέλλεσθαι, ἀλλὰ ξίφη τοῖς ἐχθροῖς παρέχειν οἰκεῖα, ἵνα με τοῖς ἐμοῖς ἀποκτείνοιεν, καὶ τῶν μὲν τοῦ βασιλέως ἐντολῶν φροντίζειν, αὐτῷ δ' ἐκείνῳ διαλοιδορεῖσθαι, καὶ πρὸς μὲν θεὸν ἐξιλεοῦν, διαβάλλειν δὲ πρὸς ἀνθρώπους, καὶ αὐτῶν μὲν τῶν ἀδικούντων κήδεσθαι καὶ φροντίζειν ὅπως μὴ ἀδικοῖεν, τοῦ δὲ τὴν ἀδικίαν ἀπείργοντος οὕτως ἀναισχύντως καθάπτεσθαι, καὶ αὐτοῖς μὲν διαλεχθεῖσι πρός με πολλάκις τοσαυτάκις ἀφεῖναι καὶ μηδέν τι φυλάττειν κακοηθείας καὶ μίσους, αὐτὸν δὲ τὸν εὐηργετηκότα λέγειν κακῶς; καὶ ποίαν τοῦτο οὐκ ἔχει ἀνοίας ὑπερβολήν; Ἀλλ' ἐκεῖνοι πόρρωθεν ταῦτα πάντα προθεωρήσαντες ὅσα εἰς ὑποψίαν αὐτῶν ἄγει-ὁμόσε ἰτέον τοῖς πᾶσιν- ἔγνωσαν καὶ λόγοις καὶ ἔργοις εἰς τὸ μὴ διαπεσεῖν αὐτοῖς τὸ μελέτημα. Ἐκεῖνοι μὲν οὖν οὕτω παρεσκευάζοντο καὶ ἐφύοντο κατ' ἐμοῦ· ἐγὼ δ' ἀνεννόητος πάντων ἦν καὶ πρὸς πᾶν ὁτιοῦν ἀμελέτητος, οὕδὲν ὧν συντεθείκασιν ἐπιστάμενος, ἀλλὰ τοῦτό μοι μόνον ἐδόκει ψιλὸν ὅτι κατηγορίας συμπεφορηκότες ἐμοῦ κατασχεῖν ταύτας συνέστησαν, καὶ πρὸς οὐδὲν ἄλλο μοι ἐφέρετο ἡ διάνοια ἢ ὅτι με προλαμβάνουσιν ὑποπτεύσαντες καὶ τὴν