15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
ὄνομα, ἀλλὰ τῶν πρὸς ἄλλο πως ἐχόντων ἐστί, τοῦτο δ' ἔστι τὸ ἀρχόμενον· τὰ δὲ πρός τι ἅμα τῇ φύσει, ὥσθ' ἅμα ἀρχή τε καὶ τὰ ἀρχόμενα, ὡς ἐντεῦθεν συλλογίσαιτ' ἄν τις συναΐδια τῷ θεῷ τὰ ποιήματα. τὸ δὲ «κινηθεῖσα» καὶ τὸ «εἰς δυάδα», εἶτα «εἰς τριάδα» καὶ τὸ «ἔστη» κατὰ πάντα μοι ἐφάνη τῇ θείᾳ φύσει ἐναντιούμενα. τὸ γὰρ κινηθὲν πάντως δήπου καὶ κεκίνηται, τὸ δὲ κινούμενον ἀτελές· πᾶσα γὰρ κίνησις ἀτελής, ὣς δὲ καὶ τὸ κατὰ ταύτην κινούμενον· τό τε γὰρ γεννώ μενον ἀτελές, ὅτι μὴ καὶ γεγέννηται, καὶ τὸ φθειρόμενον, ὅτι μὴ ἔφθαρται, καὶ τὸ ἀλλοιούμενον, ὅτι μὴ καὶ ἠλλοίωται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δ' ἐκινεῖτο θεός, ἵνα κινηθῇ, πρὸ τοῦ κινηθῆναι κινούμενον ὁμοῦ καὶ ἀτελὲς ἦν. εἰς δὲ δυάδα πῶς ἐκινήθη; ἵνα ἐπ' αὐτῇ σταίη, ἢ ὑπερβήσεσθαι ἔμελλεν, ἵνα ἔλθοι πρὸς τὴν τριάδα; εἰ μὲν οὖν ἵνα σταίη, τί μὴ καὶ ἔστη; εἰ δ' ἵν' ὑπερβῇ, διὰ τί διὰ ταύτης ἐκινήθη πρὸς ὃ ἐβούλετο; καὶ ἵνα τὸ πᾶν τῶν ἀπορηθέντων ἐμοὶ συγκεφαλαιώσωμαι, πόσῳ κάλλιον, ἔφασκον, οὕτως εἰπεῖν τὸν πατέρα, ὅτι θεὸς ἀεὶ ἑνὰς ἦν καὶ τριάς, ἢ οὕτως ὡς αὐτὸς ἐξεφώνησεν. Ὅτε γοῦν ταῦτα διηπόρουν πρὸς ἐμαυτόν, ἐῴκειν, ὡς ὕστερον ἔγνωκα, τοῖς πόρρωθεν ὁρῶσι τὸν ἥλιον καὶ τὸ πολλαπλάσιον τῆς γῆς μέγεθος ποδιαῖον ὑπολαμβάνουσιν· οὕτω γὰρ καὶ αὐτὸς διὰ χθαμαλότητα φύσεως πολὺ ἀφεστηκὼς ἦν τῆς μεγάλης ἐννοίας τοῦ θεολόγου τοῦδε ἀνδρός. ὡς γὰρ φιλοσοφίᾳ ἐμαυτὸν ἐνεβίβασα καὶ διὰ τῶν ἐλαττόνων κλιμακηδὸν ἀνῄειν εἰς τὰ μετέωρα, ὑπερβὰς τὸν ἀέρα καὶ οἷον ἐπὶ τῆς σεληνιακῆς σφαίρας γενόμενος, οὐδὲ τότε μὲν εἶδον ὁπόσος ὁ ἥλιος, μετρίως γοῦν ἔγνων καὶ εἴκασα τὸ ἀπολειπόμενον. ἀλλ' οὐδ' ὅσον νενόηκα ἀσυνάρτητόν ἐστι πρὸς τὴν τοῦ πατρὸς ἔννοιαν· ἔχει γὰρ οὕτως. οὐδὲ ὄνομα οὐδ' ἁπλῶς φωνή τις τῆς θείας περιδράσσεται φύσεως· ἀνώνυμον γὰρ πάντῃ τὸ θεῖον, πολυώνυμον δὲ γίνεται διὰ τὴν ἡμετέραν συναίσθησιν. ἀλλὰ κἂν τέσσαρές τινες γραμμαὶ ἐν ἱερατικοῖς πετάλοις ἀναγεγράφαται, ἐν συμβόλοις τὸ τοῦ θεοῦ παραδεικνύουσαι ὄνομα, καὶ αὗται ἐκ τῶν ὑστέρων τὴν δύναμιν ἐρανίζονται. ἀμέλει καὶ ὁ θεῖος οὗτος ἀνὴρ περὶ αὐτῆς τῆς θεότητος ποιούμενος τὸν διάλογον, ἐπεὶ μὴ ὡς αὐτή ἐστι δύναμιν εἶχε τὴν φύσιν αὐτῆς παραστῆσαι, ἀλλ' ὡς ἡμεῖς ἐννοούμεθα, τὰς λέξεις ταύτας ἁρμοδίως συνύφανε, «τὴν μονάδα» φήσας «ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσαν ἄχρι τριάδος στῆναι». πρὶν ἢ δὲ διαλευκᾶναι τὸ νόημα, τοῦτο διασταλτέον ἡμῖν, ὅτι μονάδα ἐνταῦθα ὁ πατὴρ οὐ τὸ πατρικὸν πρόσωπον ἢ τὸ υἱικὸν ἢ τὸ τοῦ πνεύματος, ὥς τινες ᾠήθησαν, ἐξελάβετο, ἵν' ᾖ ὅτι ὁ πατὴρ οἷα δή τις στιγμὴ ῥυεὶς καὶ διὰ τοῦ υἱοῦ ὁδεύσας οἷα δυάδος εἰς τὸ πνεῦμα ἀπετελεύτησεν, ἀλλ' ἐνταῦθα μονάδα τὴν τῶν τριῶν ὑπείληφεν ἕνωσιν, ἀντὶ τῆς ἑνάδος ἐνταῦθα παραληφθεῖσαν. ὃ γοῦν ἐν ἄλλοις ἓν καὶ ἑνάδα φησί, μονάδα ἐνταῦθα ὠνόμασεν. ἑνώσεως δὲ καὶ μονάδος καὶ ἑνάδος καὶ ἑνὸς κρεῖττον τὸ ἕν· ἥ τε γὰρ ἑνὰς μετέχει τοῦ ἑνός, τὸ δὲ μετέχον χεῖρον οὗ μετέχει· ἥ τε ἕνωσις ἑνάδων ἐστὶ σύνοδος· τὸ δ' ἐξ ἑνάδων συγκείμενον οὐ καθαρῶς ἕν, ἀλλὰ καὶ πλῆθος· ἀρχικώτερον δὲ τοῦ πλήθους τὸ ἕν. ἡ δὲ μονάς, εἴ τις βούλοιτο κυριολογεῖν, οὐκ αὐτό ἐστι τὸ ἕν, ἀλλὰ πάθος τι ἢ ἕξις τοῦ ἑνός· τοῦτο γὰρ δηλοῖ, μονήν τινα τοῦ ἑνὸς καὶ ἀπαραλλαξίαν· μόνον γὰρ τὸ ἓν πολυπλασιαζόμενον ἓν πάλιν ἐστί. διὰ τοῦτο γὰρ μονὰς τὸ ἕν, ὅτι μένει ὅπερ ἐστί, μὴ ἐξαλλαττόμενον τοῖς πολλαπλασιασμοῖς, ἀλλὰ κἂν ἐπ' ἄλλων ἀριθμῶν γένηται, συντηρεῖ κἀκεῖνα καὶ μένειν ποιεῖ ἅπερ εἰσίν. Ἐπεὶ δὲ ἱκανῶς περὶ τούτων διεστείλαμέν τε καὶ διειλέχθημεν, ἐπ ανακτέον τὸν λόγον πρὸς τὸ ἐξ ἀρχῆς, καὶ ῥητέον ὅπως τῷ πατρὶ ἐπὶ τῆς θείας φύσεως ἐνοήθη ἡ κίνησις. τοῦτο δὲ τοιοῦτόν ἐστι. τοῖς πλέουσι δοκεῖ πως κινεῖσθαι τὰ ὁρατά, καὶ κινεῖσθαί πώς φαμεν ταῦτα, οὐ κἀκείνων σαλευομένων, ἀλλ' ἡμῶν περιτρεπομένων·