ἐπαγγελία ἀνεφαίνετο· ἅτε τοῦ λόγου ὄντος καὶ τοῦ κηρύγματος ἐν πειθοῖς τῆς ἐν φράσει καὶ συνθέσει τῶν λέξεων σοφίας· καὶ ἦν ἂν ἡ πίστις, ὁμοίως τῇ τῶν τοῦ κόσμου φιλοσόφων περὶ τῶν δογμάτων πίστει, ἐν σοφίᾳ ἀνθρώπων καὶ οὐκ ἐν δυνάμει θεοῦ. νυνὶ δὲ τίς βλέπων ἁλιεῖς καὶ τελώνας, μηδὲ τὰ πρῶτα γράμ ματα μεμαθηκότας (ὡς τὸ εὐαγγέλιον ἀναγράφει περὶ αὐτῶν, καὶ ὁ Κέλσος κατὰ ταῦτα πεπίστευκεν αὐτοῖς, ἀλη θεύουσι περὶ τῆς ἰδιωτείας αὐτῶν), τεθαρρηκότως οὐ μόνον Ἰουδαίοις ὁμιλοῦντας περὶ τῆς εἰς τὸν Ἰησοῦν πίστεως, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι κηρύσσοντας αὐτὸν καὶ ἀνύοντας, οὐκ ἂν ζητήσαι πόθεν ἦν αὐτοῖς δύναμις πιστική; οὐ γὰρ ἡ νενομισμένη τοῖς πολλοῖς. καὶ τίς οὐκ ἂν λέγοι ὅτι τό· ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώ πων· δυνάμει τινὶ θείᾳ ἐν τοῖς ἀποστόλοις αὐτοῦ ἐπλήρω σεν ὁ Ἰησοῦς; ἥντινα καὶ ὁ Παῦλος παριστὰς, ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν, φησί· Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως· ἵνα ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει θεοῦ· κατὰ γὰρ τὰ εἰρημένα ἐν τοῖς προφήταις, προγνωστικῶς ἀπαγγέλλουσι περὶ τῆς κηρύξεως τοῦ εὐαγγελίου· Κύριος ἔδωκε ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασι λεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ· ἵνα καὶ ἡ λέγουσα προ φητεία· Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ· πληρωθῇ. καὶ βλέπομέν γε, ὅτι Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ τῶν ἀποστόλων Ἰησοῦ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ ῥήματα αὐτῶν. διὰ τοῦτο δυνάμεως μὲν πλη ροῦνται οἱ λόγου τοῦ μετὰ δυνάμεως ἀπαγγελλομένου ἀκούοντες, ἣν ἐπιδείκνυνται τῇ τε διαθέσει καὶ τῷ βίῳ καὶ τῷ ἕως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας· διάκενοι δέ τινές εἰσι, κἂν ἐπαγγέλλωνται πιστεύειν τῷ θεῷ διὰ τοῦ Ἰησοῦ, οἱ μὴ δύναμιν θείαν ἔχοντες προσάγεσθαι δοκοῦν τες τῷ λόγῳ τοῦ θεοῦ. εἰ καὶ ἀνωτέρω δ' ἐμνήσθην εὐαγ γελικοῦ ῥητοῦ ὑπὸ τοῦ σωτῆρος εἰρημένου, οὐδὲν ἧττον καὶ νῦν αὐτῷ κατὰ καιρὸν χρήσομαι, παριστὰς καὶ τὴν τοῦ σωτῆρος ἡμῶν περὶ τῆς τοῦ εὐαγγελίου κηρύξεως πρόγνω σιν θειότατα δηλουμένην, καὶ τὴν τοῦ λόγου ἰσχὺν χωρὶς διδασκάλων κρατοῦσαν τῶν πιστευόντων τῇ μετὰ δυνάμεως θείας πειθοῖ. φησὶ δὴ ὁ Ἰησοῦς· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 18.9 Ἐπεὶ δὲ καὶ ἐπιρρήτους εἶπεν ἀνθρώπους, τελώνας καὶ ναύτας πονηροτάτους λέγων ὁ Κέλσος τοὺς ἀποστό λους Ἰησοῦ· καὶ περὶ τούτου φήσομεν ὅτι ἔοικεν, ἵνα μὲν ἐγκαλέσῃ τῷ λόγῳ, πιστεύειν ὅπου θέλει τοῖς γεγραμμέ νοις· ἵνα δὲ τὴν ἐμφαινομένην θειότητα ἐν τοῖς αὐτοῖς βιβλίοις ἀπαγγελλομένην μὴ παραδέξηται, ἀπιστεῖν τοῖς εὐαγγελίοις· δέον τὸ φιλάληθες ἰδόντα τῶν γραψάντων ἐκ τῆς περὶ τῶν χειρόνων ἀναγραφῆς πιστεῦσαι καὶ περὶ τῶν θειοτέρων. γέγραπται δὴ ἐν τῇ Βαρνάβα καθολικῇ ἐπι στολῇ, ὅθεν ὁ Κέλσος λαβὼν τάχα εἶπεν εἶναι ἐπιρρήτους καὶ πονηροτάτους τοὺς ἀποστόλους, ὅτι Ἐξελέξατο τοὺς ἰδίους ἀποστόλους Ἰησοῦς, ὄντας ὑπὲρ πᾶσαν ἀνομίαν ἀνο μωτέρους. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ τῷ κατὰ Λουκᾶν φησὶ πρὸς τὸν Ἰησοῦν ὁ Πέτρος· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε. ἀλλὰ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεόν φησι, καὶ αὐτὸς ὕστερον ἀπόστολος Ἰησοῦ γενό-μενος, ὅτι Πιστὸς ὁ λόγος, ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. τί οὖν ἄτοπον, βουλόμενον παραστῆσαι τῷ γένει τῶν ἀνθρώ πων τὸν Ἰησοῦν ὁπηλίκην ἔχει ψυχῶν ἰατρικὴν, τοὺς ἐπιρρήτους καὶ πονηροτάτους ἐπιλέξασθαι, καὶ τούτους προαγαγεῖν ἐπὶ τοσοῦτον, ὥστ' αὐτοὺς παράδειγμα εἶναι ἤθους καθαρωτάτου τοῖς δι' αὐτῶν προσαγομένοις τῷ Χρι στοῦ εὐαγγελίῳ; 18.10 Εἰ δ' ἐπὶ τῷ προτέρῳ βίῳ ὀνειδίζειν μέλλοιμεν τοῖς μεταβαλοῦσιν, ὥρα καὶ Φαίδωνος ἡμᾶς κατηγορεῖν καὶ φιλοσοφήσαντος, ἐπεὶ, ὡς ἡ ἱστορία φησὶν, ἀπὸ οἰκή ματος στέγους αὐτὸν μετήγαγεν εἰς φιλόσοφον διατριβὴν ὁ Σωκράτης. ἀλλὰ καὶ τὴν Πολέμωνος ἀσωτίαν, τοῦ διαδεξαμένου Ξενοκράτην, ὀνειδίσομεν φιλοσοφίᾳ· δέον κἀκεῖ τοῦτ' αὐτῆς ἀποδέξασθαι, ὅτι δεδύνηται ὁ ἐν τοῖς πείσασι λόγος ἀπὸ