Μαυρικίου προχειριρισθεὶς καὶ ἀναλαβὼν τὰ στρατεύματα κατὰ Περσῶν ἐχώρησε, πολλὰς ἀνδραγαθίας κατ' αὐτῶν ἐνδεικνύμενος, ἅμα Ἡρακλείῳ στρατηγῷ. κτίζει δὲ Μαυρίκιος τὰ Καριανοῦ καὶ τὸν ἐν αὐτῷ ἔμβολον, ὑπογράψας ἐν αὐτῷ τὰς αὐτοῦ πράξεις καὶ ἀριστείας· καὶ τὴν λιτὴν τὴν ἐν Βλαχέρναις τὴν καλουμένην πρεσβείαν, τὴν κατὰ παρασκευὴν τελουμένην, ὁ αὐτὸς τελεῖσθαι διετύπωσεν, ὡσαύτως καὶ τὴν προέλευσιν τῆς ὑπεραγίας θεοτόκου ἀπαρτίσας καὶ τὸ ἐν αὐταῖς δημόσιον λοετρόν. οὗτος κτίζει καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα, ὄντα πλησίον τοῦ σωτηρίου. 139 Οὗτος οὖν ὁ Μαυρίκιος ὥρμητο ἐκ τῆς τῶν Καππαδοκῶν χώρας, ἦν δὲ τῇ ἰδέᾳ μεσῆλιξ, εὐσθενής, λευκόχρους, στρογγύλην ἔχων τὴν ὄψιν, πυρράκης, ἀναφάλας, εὔριν, ἀπώγων, κειρόμενος τὸ γένειον καθὸ Ῥωμαίοις ἐστὶν ἔθος. ἐπὶ τούτου Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγός, τὰς σπονδὰς διαλύσας, ἐπὶ τὴν Θρᾴκην χωρεῖ καὶ πολλὰ στρατεύματα τῶν Ῥωμαίων ἀνεῖλε· τοῦ δὲ βασιλέως κατ' αὐτοῦ ἐξιόντος καὶ ἐν τῷ ∆αονίῳ γενομένου, τῇ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ οἰκτρὰς φωνὰς ἠφίει· ὁ δὲ βασιλεὺς ἀπέστειλε μαθεῖν τὸ συμβάν, καὶ εἶδεν παιδίον γενηθὲν ἄνευ ὀφθαλμῶν καὶ βλεφάρων, μήτε χεῖρας μήτε βραχίονας ἔχον· πρὸς δὲ τὸ ἰσχίον ἰχθύος οὐρὰ προσπεφυκυῖα ὑπῆρχεν αὐτῷ. ἀλλὰ καὶ εἰς τὰ ἔξωθεν τοῦ Βυζαντίου χωρία ἐτέχθησαν ἓν μὲν παιδίον τετράπουν καὶ ἕτερον δικόρυφον. οἱ δὲ τὰς ἱστορίας γράφοντες λέγουσιν, ἐν αἷς τοιαῦτα τίκτονται, μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν. τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ ἵππος τοῦ βασιλέως διερράγη πεσών. ὁ δὲ τούτοις οἰωνισάμενος ὑπέστρεψεν ἐν τῇ πόλει, Πρίσκον ἀποστείλας τὸν ἴδιον γαμβρὸν κατὰ Σκυθῶν μετὰ παντὸς τοῦ στρατοῦ· οἳ τοὺς Σκύθας νικήσαντες ἀντᾶραι κατὰ τοῦ βασιλέως ἐβουλεύοντο. ἔμεινε δὲ ἐπ' αὐτοῖς ὁ βασιλεύς. πολέμου συγκροτηθῆναι μέλλοντος μεταξὺ Ῥωμαίων καὶ Ἀβάρων ὑπέθετο Μαυρίκιος ὁ βασιλεὺς τῷ στρατηγῷ τῷ καταπιστευθέντι τὸ στράτευμα προδοῦναι τούτους 140 τοῖς πολεμίοις δι' ἣν ἀνταρσίαν κατ' αὐτοῦ ἐμελέτησαν· ὅπερ καὶ γέγονε. συνελήφθη οὖν πλῆθος πολύ, καὶ ἤγαγον αὐτοὺς οἱ Σκύθαι ἐξωνηθῆναι παρὰ Ῥωμαίων. ἐδήλωσε δὲ ὁ βασιλεὺς τῷ Χαγάνῳ δωρεὰν αὐτῷ πάντας ἀπολυθῆναι, εἰ τὴν εἰρήνην φιλεῖ· ὁ δὲ ἀντεδήλωσεν "ἀποδίδωμι πάντας κατὰ ψυχὴν ἓν νόμισμα κομιζόμενος." τοῦ βασιλέως μὴ ἀνασχομένου δοῦναι, ἀνὰ ἥμισυ νόμισμα ἠξίωσε λαβεῖν ὁ βάρβαρος· καὶ μηδὲ τοῦτο καταδεξαμένου τοῦ βασιλέως, θυμωθεὶς ὁ βάρβαρος ἀπέκτεινε χιλιάδας δώδεκα ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου τὸ ὂν πλησίον τοῦ ἑβδόμου· ὅθεν ἐκ τούτου ἐμισήθη Μαυρίκιος ὑπὸ πάντων. ὁ δὲ μεταμεληθείς, καὶ τὸ μέλλον κριτήριον ἐννοήσας, εἵλετο μᾶλλον ἐνταῦθα τὴν ἁμαρτίαν ἀπολαβεῖν, καὶ μὴ ἐπὶ τοῦ φοβεροῦ κριτηρίου· καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέστειλεν εἴς τε τοὺς πατριαρχικοὺς θρόνους καὶ εἰς ἀσκητήρια καὶ μοναστήρια μετὰ δώρων πολλῶν, ὅπως εὔξωνται περὶ αὐτοῦ, ἵνα τὴν ἁμαρτίαν ἐνταῦθα ἀπολάβῃ. προεσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικὸν γαμβρὸν αὐτοῦ διὰ τὸ φ γράμμα· οὕτως γὰρ εἶπον Μαυρικίῳ, ὅτι μέλλει φ αὐτὸν διαδέχεσθαι· ὁ δὲ δι' ὅρκων πολλῶν ἐπληροφόρει Μαυρίκιον καθαρὸς εἶναι τῆς ὑποψίας ταύτης. ὁ δὲ Μαυρίκιος τὸν θεὸν ἱκετεύσας ῥυσθῆναι τῆς ἁμαρτίας, εἶδεν ἐνύπνιον τοιοῦτον, ὡς ὅτι λαοῦ πλείστου παρεστῶτος τῇ εἰκόνι Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλατίου φωνὴ ἐγένετο ἐκ τῆς εἰκόνος λέγουσα "ἀγάγετέ μοι Μαυρί141 κιον," ὃν ἀγαγόντες παρέστησαν, καὶ φησὶν ἡ θεία φωνὴ "ποῦ θέλεις, ὦ Μαυρίκιε, ἀποδώσω σοι; ἐνταῦθα ἢ ἐν τῷ μέλλοντι αἰῶνι;" ὁ δὲ γενόμενος ἔντρομος ἀποκριθεὶς εἶπε "φιλάνθρωπε κύριε, ὧδε καὶ μὴ ἐκεῖ." καὶ εὐθέως ἐκέλευσεν ἐκδοθῆναι αὐτόν τε καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν ἀπέστειλεν εὐθὺς τὸν παρακοιμώμενον αὐτοῦ ἀγαγεῖν Φιλιππικόν, ὃς ἐν τῇ αὐτῇ ὥρᾳ ἰδὼν τὸν παρακοιμώμενον καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπογνοὺς ᾐτήσατο κοινωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα καταλιπὼν τὴν γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ θρηνοῦσαν· ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ἔπεσεν ἐν τοῖς ποσὶν αὐτοῦ. ὁ δὲ βασιλεὺς