44
πάλαι πεποίηκε καὶ καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν ποιεῖ. Καὶ γὰρ ἐξ ὑποκειμένων σωμάτων διαπλάττει τῶν ζῴων τὰ σώματα καὶ ἐκ μὴ ὄντων δημιουργεῖ τὰς ψυχάς, οὐχ ἅπασι τοῖς ζῴοις, ἀλλὰ μόνοις ἀνθρώποις· καὶ διὰ τῶν πτηνῶν δημιουργεῖ τὰ πτηνὰ καὶ διὰ τῶν νηκτῶν τὰ νηκτὰ καὶ τῶν ἄλλων γενῶν 4.70 ἕκαστον διὰ τῶν ὁμογενῶν διαπλάττει. Οὕτω δὴ καὶ τῆς γῆς τοὺς καρποὺς διὰ τῶν σπειρομένων καὶ φυτευομένων τοῖς ἀνθρώ ποις προσφέρει· πάλαι δὲ ἡ γῆ καὶ ἄσπαρτος καὶ ἀνήροτος ἐβλάστησε πᾶσαν φυτῶν καὶ σπερμάτων ἰδέαν καὶ τῶν ἑρπετῶν καὶ τετραπόδων τὰ γένη· καὶ τῶν ὑδάτων ἡ φύσις ἔφυσεν, ὡς ἐκελεύσθη, καὶ τὰ τοῖς ὕδασιν ἐνδιαιτώμενα ζῷα καὶ τὰ τὸν ἀέρα 4.71 διαπερᾶν πεφυκότα. Αὐτὴν μέντοι τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα καὶ τῶν ὑδάτων τὴν φύσιν καὶ τὸ πῦρ καὶ τὸ φῶς οὐ τῇ ὕλῃ ἀναδοῦναι προσέταξεν, ἀλλὰ μὴ ὄντα παρήγαγεν, αὐτὸς καὶ φυτουργός· καὶ ναυπηγὸς τοῦ μεγίστου σκάφους τῆς κτίσεως γεγονώς, αὐτὸς καὶ κυβερνᾷ καὶ ἰθύνει, ὃ πανσόφως κατεσκεύασε 4.72 σκάφος. Ταῦτα οὐ μόνον ἡμᾶς εὐαγγελισταὶ παιδεύουσι καὶ ἀπόστολοι, ἀλλὰ καὶ προφῆται καὶ τῶν προφητῶν ὁ κορυφαῖος Μωϋσῆς, ὁ τὴν κοσμογονίαν ξυγγράψας, καὶ πρό γε τούτων Ἀβραὰμ καὶ Μελχισεδὲκ καὶ ἅπας τῶν πατριαρχῶν ὁ χορός. Ἕκαστος γὰρ τούτων οὐ πολλούς, ἀλλὰ τὸν τοῦ παντὸς ἐθεο λόγησε ποιητήν. Καὶ τοῦτο εἴσεσθε, εἰ τοῖς θείοις λογίοις ἐντύ χοιτε. 4.73 Ἐκ παραλλήλου τοίνυν μεμαθηκότες, ὅσον τῶν ἀνθρωπίνων ὑπέρκειται λογισμῶν τῆς θείας γραφῆς τὰ παιδεύματα, φύγετε μέν, ὦ φιλότης, τὸν πλάνον, ἀσπάζεσθε δὲ τὴν ἡλίου φανοτέραν ἀλήθειαν, ἵνα ὑπὸ ταύτης φωταγωγούμενοι καὶ τῶν θείων λο γίων τὸν νοῦν θεωρήσητε καὶ τοὺς τούτων διδασκάλους θαυ μάσητε, καὶ "πεσόντες ἐπὶ πρόσωπον", ἀποστολικῶς εἰπεῖν, "προσκυνήσητε τῷ Θεῷ, λέγοντες ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν".
5.t ΠΕΡΙ ΦΥΣΕΩΣ ΑΝΘΡΩΠΟΥ.
5.1 Ἔστι τις λίθου φύσις, ἣν μαγνῆτιν ὀνομάζουσιν, ἣ πᾶσαν ἐῶσα τὴν ἄλλην ὕλην ἀκίνητον, τὸν σίδηρον ἐφέλκεται μόνον· ἔστι δὲ ὅτε καὶ δείκνυσιν αἰωρούμενον, οὔτε κάτωθεν ὑπό τινος ἐρειδόμενον οὔτε ἄνωθεν φαινομένῳ τῳ ξυνδεδεμένον, ἀφανῶς δὲ τῆς ὑπερκειμένης ἐκείνης ἢ ὑπερφαινομένης ἐνεργείας ἐξηρτη 5.2 μένον. Τοιόνδε τι γινόμενον ἐπὶ τῶν θείων λογίων ἴδοι τις ἄν. Πολλοὶ μὲν γὰρ δὴ τούτων, μᾶλλον δὲ ἅπαντες, ὡς ἔπος εἰπεῖν, ἐπαίουσιν ἄνθρωποι· οἱ δὲ τῆς πίστεως μόνοι θηρεύονται τρόφιμοι, οὔτε κάτωθεν ὑπό τινος εὐκληρίας ψυχαγωγούμενοι οὔτε ἄνωθεν ὁρωμένῳ τῳ ξυνδεδεμένοι, μόναις δὲ ταῖς ἀφανέσιν ἐλπίσι τὸν νοῦν ξυναρμόσαντες. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος "τὸν περὶ τοῦ σταυροῦ λόγον τοῖς μὲν ἀπολλυμένοις εἶναι μωρίαν, τοῖς δὲ 5.3 σωζομένοις Θεοῦ δύναμιν" ἔφησεν. Ἀλλ' ἐκείνη μὲν ἡ λίθος ἰδιότητι φύσεως θέειν παρ' αὐτὴν τὸν σίδηρον ἐκβιάζεται· τῶν δὲ θείων λογίων ἡ χάρις οὐκ αὐτὴ τοὺς μὲν προσίεται, τοὺς δὲ ἀποπέμπεται (πᾶσι γὰρ τοῖς ἐμφορεῖσθαι βουλομένοις προχέει τὰ νάματα), ἀλλὰ τὸ τῶν ἀκροωμένων αὐθαίρετον τοὺς μὲν προσάγει διψῶντας, τοὺς δὲ πόρρω ποιεῖ, τόνδε τὸν ἵμερον ἔχειν ἥκιστα 5.4 βουλομένους. Ὁ δέ γε τῶν ψυχῶν ἰατρὸς τὴν τῶν οὐκ ἐθελόν των ἀπολαύειν τῆς θεραπείας οὐ βιάζεται γνώμην· αὐτοκράτορα γὰρ καὶ αὐτεξούσιον τὴν λογικὴν φύσιν δημιουργήσας, παραινέ σεσι μὲν καὶ νόμοις καὶ τῶν χειρόνων ἀποτρέπει καὶ ἐπὶ τὰ κρείττω προτρέπει, οὐκ ἀναγκάζει δὲ μὴ βουλομένην τῶν ἀμει νόνων μεταλαχεῖν, ἵνα μὴ παρακινήσῃ τοὺς ὅρους τῆς φύσεως. 5.5 Ταύτῃ τοι καὶ διὰ τῶν προφητῶν βοᾷ· "Ἐὰν θέλητε καὶ εἰσ ακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε." Καὶ αὖ πάλιν· "∆εῦτε τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;" Εἶτα τῶν χειρόνων ἀποτρέπων, ἐπιδείκνυσι τὸ πρακτέον· "Παῦ σον τὴν γλῶσσάν σου ἀπὸ