1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

44

γάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ." Καὶ μετ' ὀλίγα· "Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς." Καὶ αὖθις· "Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συν έσει, τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων." Καὶ πρὸ τούτου δὲ Μωϋσῆς ὁ μέγας ἀσφαλέστερον ἡμᾶς διδάσκει, ὡς αὐτὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν τοῖς ἄλλοις στοιχείοις· ὡς αὐτὸς τοῦ φωτὸς τὴν φύσιν ἐδημιούργησε, καὶ ἐκόσμησε, τοῖς μὲν φω στῆρσι τὸν οὐρανὸν, ἄλσεσι δὲ, καὶ λειμῶσι, καὶ ληΐοις τὴν γῆν, καὶ τῶν ζώων αὐτὸς τὰ γένη προ ήγαγε, καὶ τοῖς μὲν πτηνοῖς ἐνδιαίτημα δέδωκε τὸν ἀέρα, τοῖς δὲ νηκτοῖς τὴν ὑγρὰν οὐσίαν ἀπένειμε, κτήνεσι δὲ καὶ θηρίοις τὴν γῆν. Καὶ ὅπως ἐπὶ πᾶσι τὴν τῶν ἀνθρώπων διέπλασε φύσιν. Συμφώνως δὲ καὶ οἱ προφῆται ἡμᾶς διδάσκουσιν ἅπαντες· καὶ βοᾷ μὲν Ἡσαΐας· "Ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐ 83.461 τὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν." Καὶ πάλιν· "Ὁ στήσας τὸν οὐ ρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνήν." Καὶ αὐτὸς δὲ Θεὸς δι' αὐτοῦ φησιν· "Ἐξέτεινα τὸν οὐρανὸν μόνος." Ὁ δὲ μακάριος Ἱερεμίας οὕτως ἔφη· "Οὗτος ὁ Θεὸς, ὁ καταδείξας τὴν γῆν, ἐπλήρωσεν αὐτὴν κτηνῶν καὶ τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ." Ἀλλὰ γὰρ οὐ δεῖ μοι προ φητικῶν φωνῶν. Πρὸ γὰρ τοῦ νόμου καὶ τῶν προφη τῶν, ἡ φύσις ταῦτα τοὺς ἀνθρώπους ἐπαίδευσε. Καὶ Μελχισεδὲκ ἐκεῖνος ὁ παλαιὸς, οὕτως ἔφησε τὸν Ἀβραὰμ εὐλογῶν· "Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν, καὶ τὴν γῆν." Καὶ αὐτὸς δὲ ὁ πατριάρχης ταὐτὰ τοῖς ἀπὸ Σο δόμων προσείρηκεν· "Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν." Καὶ πάλιν, τὸν οἰκέτην ἐκπέμπων πρὸς τὴν τῆς νύμφης μνηστείαν ὁ Ἀβραάμ· "Θὲς, ἔφη, τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς." Καὶ ὁ γενναῖος δὲ Ἰὼβ πρὸ τῆς τοῦ νόμου θέσεως ἐν ἀρετῇ διαπρέψας, τὸν ἀληθινὸν Θεὸν οἶδε ∆ημιουργόν. "Ὁ τανύσας γὰρ, φησὶ, τὸν οὐρανὸν μόνος, ὁ περι πατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους." Καὶ αὐτὸς δὲ ὁ ἀθλοθέτης πολλὰ περὶ τῆς κτίσεως διδάσκει τὸν νικηφόρον ἀγωνιστήν. Ἀλλ' ἵνα μὴ δῶμεν ἀφορμὴν τοῖς τὴν παλαιὰν οὐ δεχομένοις Γραφὴν, ἀντειπεῖν τοῖς εἰρημένοις, εἰς τὴν Καινὴν διαβῶμεν, καὶ δείξω μεν ταύτην σύμφωνα φθεγγομένην· οὕτω γὰρ δὴ φανήσεται μίαν ἔχοντα πηγὴν ταῦτα κἀκεῖνα τὰ νά ματα. Ἀκούσωμεν τοίνυν Ἰωάννου τοῦ θεσπεσίου πάντα διὰ τοῦ Λόγου γεγενῆσθαι φήσαντος, καὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ἢ νοουμένων μηδὲν δίχα τούτου γεγενῆσθαι. "Χωρὶς γὰρ αὐτοῦ, φησὶν, ἐγένετο οὐδὲ ἕν." Ἀκούσωμεν δὲ καὶ τοῦ θείου Παύ λου βοῶντος, ὅτι "Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα." Καὶ πάλιν· ὅτι "∆ι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν ὁ Πατήρ." Καὶ ἐπὶ τοῦ Ἀρείου δὲ πάγου δημηγορῶν, οὕτως ἔφη· "Ὁ Θεὸς ὁ ποιή σας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρα νοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειρο ποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπί νων θεραπεύεται ὡς προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα. Ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν πρόσωπον τῆς γῆς." Καὶ ἐν Λύστροις δὲ τοῖς θῦσαι βουληθεῖσι ταῦτα ἔφη· "Καὶ 83.464 ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι, εὐαγ γελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέ φειν ἐπὶ τὸν Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐ τοῖς." Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας. Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν, καὶ πολλὰς παράγειν μαρτυρίας ἐκ τῆς θείας Γραφῆς, καὶ τῶν παρ' Ἕλλησιν ἐν φιλοσοφίᾳ διαπρεψάντων τὸν Θεὸν εἶναι φησάντων ∆ημιουργόν." Καὶ γὰρ ὁ Σωφρονίσκου Σωκράτης, καὶ ὁ Ἀρίστωνος Πλάτων, καὶ οἱ τούτων διάδοχοι, καὶ μέντοι καὶ ἕτεροι