44
βασιλέα δῶρα πέμψαι τοῖς πάλαι δῶρα τοῖς Ἀσσυρίοις παρέχουσι. Τοῦ γὰρ Ἐζεκίου χάριν ὑπέλαβε τοῦτο δεδρακέναι ἢ πεπονθέναι τὸν ἥλιον, τῷ τῶν Ἀσσυρίων θανάτῳ χρώμενος τεκμηρίῳ. ζʹ. "Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα τοῦ αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσ ώπου σου." Καὶ ἐν ἁπάσαις δὲ, φησὶ, ταῖς γενεαῖς ἀοίδιμος ἔσται, καὶ πολυθρύλλητος, τοσαύτην ἐσχη 80.1005 κὼς παρὰ σοὶ παῤῥησίαν. Τὸ γὰρ, "μετὰ τοῦ προσώπου σου," παρὰ τῷ προσώπῳ σου τέθει κεν ὁ Σύμμαχος. Εὐφροσύνην τοίνυν ἕξει, φησὶ, καὶ διηνεκῆ θυμηδίαν, τοῦ σοῦ προσώπου, τουτέστι, τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τούτων αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Τοῦτο γὰρ ἐπ ήγαγεν· ηʹ. "Ὅτι βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ Ὑψίστου οὐ μὴ σαλευθῇ." Κρείττων ἐστὶ τῶν πολεμούντων τῆς σῆς χάριτος ἀπολαύων· ἀπο λαύει δὲ ταύτης, ἀνθρώπῳ μὲν οὐδενὶ θαῤῥῶν, τῇ δέ σου ἐλπίδι. θʹ. "Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου· ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε." Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκε. Καταλή ψεται ἡ χείρ σου πάντας τοὺς ἐχθρούς σου· ἡ δεξιά σου εὑρήσει πάντας τοὺς μισοῦντάς σε. Ἔχεται δὲ τῆς ἀκολουθίας τὰ εἰρημένα. Οὐ μάτην γὰρ ὁ βασιλεὺς τῇ σῇ ἐλπίδι τεθάῤῥηκεν· ἀλλ' εἰδὼς ὡς τῶν πολεμίων ἁπάντων κρείττων ἡ σὴ δεξιὰ καὶ τούς τε ταχυτάτους [καταλήψεται, τούς τε δυνατωτά τους], καταλῦσαι δυνήσεται. ∆εξιὰν δὲ καὶ χεῖρα, πάλιν τὴν ἐνέργειαν εἶπεν. ιʹ, ιαʹ. "Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὑτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Τὸν καρπὸν αὐτῶν, ἀπὸ τῆς γῆς ἀπολεῖς, καὶ σπέρ μα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων." Ῥᾷστόν σοι, φησὶ, κλιβάνου δίκην ἐξάψαι αὐτοὺς, καὶ κατανα λῶσαι ὡς ὕλην εὔπρηστον ἐν πυρί· καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ τοὺς ἐκείνων ἐγγόνους· τούτους γὰρ καὶ σπέρμα καὶ καρπὸν προσηγόρευσεν· ὥστε πᾶσαν αὐτῶν ἐξαλειφθῆναι τὴν μνήμην. Τὸ δὲ "εἰς καιρὸν τοῦ προσώπου," ἀντὶ τοῦ, ἐν τῷ τῆς ὀργῆς σου καιρῷ, ὅταν τοῦτο δοκιμάσῃς γενέσθαι, καὶ ἐπιτήδειον εἶναι κρίνῃς τὸν τῆς τιμωρίας καιρόν. ιβʹ. "Ὅτι ἔκλιναν εἰς σὲ κακά." Ἐπειδὴ κατὰ σοῦ τὴν γλῶτταν ἐκίνησαν, καὶ βλασφήμοις λόγοις ἐχρήσαντο. "∆ιελογίσαντο βουλὰς αἳ οὐ μὴ δύνων ται στῆναι." Ἔνια μέντοι τῶν ἀντιγράφων στῆ ναι· ὁ δὲ Σύμμαχος οὕτως εἴρηκεν·" Ἐλογίσαντο ἐννοίας ἀδυνάτους." Προλέγει δὲ διὰ τούτου τὰς βλασ 80.1008 φήμους τοῦ Ἀσσυρίου φωνάς· "Μή σε ἀπατάτω ὁ Θεὸς ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου." Περὶ τούτων λέγει τῶν ῥημάτων, ὅτι ἐλογίσαντο ἐννοίας ἀδυνάτους· ἢ ἐλο γίσαντο βουλὰς, αἳ οὐ μὴ δύνωνται στῆναι· προσ δοκήσαντες καθάπερ τῶν εἰδώλων, οὕτω καὶ τοῦ ὄντος Θεοῦ περιέσεσθαι. ιγʹ. "Ὅτι θήσεις αὐτοὺς νῶτον." Ὁ δὲ Σύμμαχος οὕτω· "Ὅτι θήσεις αὐτοὺς ἀποστρόφους." Τοὺς γὰρ τὴν τοῦ ἀγγέλου διαφυγόντας πληγὴν, εἰς φυγὴν τρέψεις, καὶ τὰ νῶτα δοῦναι καταναγκάσεις· ἵνα ἀπελθόντες τὰ γεγενημένα κηρύξωσιν. Ταῦτα δὲ προῤῥητικῶς τέθεικεν ὁ προφήτης, ὡς μηδέπω γεγενημένα. "Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν." Τοῦτό τινες μεθ' ὑπερβα τοῦ ἔφασαν εἶναι, καὶ νενοήκασιν οὕτως· Ἐν τοῖς περιλοίποις αὐτῶν ἑτοιμάσεις τὸ πρόσωπόν σου, ἀντὶ τοῦ, Καὶ τοῖς καταλειφθεῖσι, καὶ διαφυγοῦσιν ἐπ άξεις τὴν τιμωρίαν. ∆υνατὸν δὲ καὶ τῇ αὐτῇ συν θήκῃ χρωμένους, τὴν αὐτὴν ἔννοιαν προσαρμόσαι, "Ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν." Τὰς γὰρ ὑπολοίπους σοι τιμωρίας ἐπ αγαγεῖν αὐτοῖς εὐπετές σοι καὶ ῥᾴδιον· καὶ τοὺς φεύγοντας, καὶ νῶτα δεδωκότας, καὶ ἡγουμένους διαπεφευγέναι τὸν θάνατον, ἀντιστρέψαι, καὶ στῆ σαι, καὶ κολάσαι σοι δυνατόν. ιδʹ. "Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσο μεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου." Οὐ ταπει νὸς ὢν ὁ Θεὸς ὑψοῦται, οὐδὲ ὃ μὴ ἔχει προσλαμ βάνει· ἀλλ' ὅπερ ἔχει δείκνυσιν. Εἰκότως τοίνυν εἶ πεν, "Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου." ∆εί κνυται γάρ σου τὸ ὕψος διὰ τῆς ἀῤῥήτου δυνάμεως, ἣν ἡμεῖς ᾄδοντες καὶ ὑμνοῦντές σε διατελέσομεν, τὰς σὰς θαυματουργίας διεξιόντες.