44
προσπτύσσονται τοῖς ἱεροῖς τῆς μακαριότητός σου ἴχνεσιν. 34 {1Τῷ αὐτῷ Τῷ ἰσαγγέλῳ μακαριωτάτῳ καὶ ἀποστολικῷ πατρὶ πατέρων Λέοντι πάπᾳ Ῥώμης Πλάτων ἐγκλειστὸς καὶ Θεόδωρος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.}1 Μέγα ἡμῖν τοῖς ταπεινοῖς ὡς ἀληθῶς καὶ εὐχῆς ἔργον τῆς ἀνωτάτῳ, ἀξιωθεῖσι δέξασθαι παρὰ τῆς ἀποστολικῆς ὑμῶν μακαριότητος πρόσρησιν προσαγορευτικήν, καὶ μὴν ἀποσημείωσιν τῶν πνευματοκινήτων αὐτῆς ἱερῶν λογίων δι' Ἐπιφανίου τοῦ συνδούλου καὶ ἀγαπητοῦ ἡμῶν τέκνου, καὶ ταῦτα κεκλεισμένοις οὖσιν ὑπὸ τῶν κακοδόξων καὶ ὄψει θεασαμένοις τὸν γραμματηφόρον. ἐφ' οἷς ἐσκιρτήσαμεν, ἠγαλλιασάμεθα, ἀνθωμολογησάμεθα τῷ Κυρίῳ, τῷ ταῖς θείαις αὐτῆς προσευχαῖς τὰ παρ' ἐλπίδα παραδόξως ἡμῖν τοῖς ἀναξίοις χαρισαμένῳ, μονονουχὶ καὶ ὁρᾶν αὐτῆς τὸν ἱερὸν χαρακτῆρα διὰ μέσου τῶν φωνῶν φανταζομένοις. Ἀλλ' αὐτὴ μὲν χριστομιμήτως καὶ προσηγόρευκε τοὺς εὐτελεῖς καὶ ἀνεζωπύρησεν ἡμῶν τὸ πνεῦμα, ἐπέρρωσέν τε τὸ ἀσθενὲς καὶ ἐστιβάρωσεν τὸ ἀδρανές, οἱονεὶ ἐπαλείψασα τοῖς ὑπὲρ ἡμᾶς παρακλητικοῖς καὶ νουθετικοῖς φθέγμασιν στήκειν τε ἐν τῇ ὀρθοδόξῳ πίστει ἀκλινῶς μέχρι τέλους παρεγγυοῦσα (καὶ γένοιτο ἡμῖν ἱλέοις αὐτῆς ἱκετηρίαις), ἡμεῖς δὲ οἱ οὐθενεῖς καὶ πάλιν εὖ ἔχειν νενομίκαμεν, ὥσπερ τὸ πρότερον δι' αὐτοῦ τοῦδε τοῦ πιστοτάτου ἡμῶν γραμματηφόρου καὶ αὖθις δι' Εὐσταθίου τοῦ ἑταίρου αὐτοῦ καὶ ἡμῶν τέκνου, οὕτω καὶ νῦν ἀνενεγκεῖν αὐτῇ τὰ εἰκότα. Σύνοδος γέγονεν ἐν τοῖς καθ' ἡμᾶς, ὦ μακαριώτατε, πάνδημος, συγκαθεσθέντων καὶ ἀρχόντων τῶν ἐν τέλει· καὶ ἡ σύνοδος ἐπ' ἀθετήσει τοῦ εὐαγγελίου Χριστοῦ, οὗ σὺ τὰς κλεῖς ἐδέξω πρὸς αὐτοῦ διὰ μέσου τοῦ τῶν ἀποστόλων προστάτου καὶ τῶν ἀμοιβαδὸν μέχρι τοῦ προηγησαμένου τὴν ἱερωτάτην σου κορυφήν. καὶ ὅπως ἀνάσχοιτο ἐπακηκοέναι ἡ θεομίμητος ἐπιείκειά σου, ἀρξώμεθα δὲ ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. καὶ γοῦν φησίν, οὐ μοιχεύσεις, οὐ ψευδομαρτυρήσεις, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. καὶ Ἱερεμίας μέν, ἄφρων καὶ ἀσεβὴς ὁ κατέχων μοιχαλίδα, Μαλαχίας δέ, χείλη ἱερέως φυλάξατε γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. μετέλθωμεν ἐπὶ τὸ εὐαγγέλιον· ὁ ἀπολύων, φησίν, τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει. καὶ πάλιν, οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. ὅσον δὲ τὸ διάφορον νόμου καὶ χάριτος, ἐξ αὐτῶν τῶν λόγων τοῦ Κυρίου εἰσόμεθα λέγοντος, καὶ ἰδοὺ πλέον τοῦ ἱεροῦ ὧδε· εἶτα καὶ ἐκ τῶν τοῦ ἀποστόλου φωνῶν φάσκοντος, ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος καὶ τὴν χάριν τοῦ Πνεύματος ἐνυβρίσας; Τούτων τοίνυν οὕτως ἐχόντων, οἱ μετὰ γλώσσης ἀνόμου τὰ πρὸς Κύριον ἀπειθοῦντες τὴν λύσιν τοῦ τε νόμου καὶ τοῦ εὐαγγελίου (ἤγουν τὴν μοιχείαν τοῦ πρὶν κρατήσαντος ἐπὶ τῇ ἐκβολῇ τῆς νομίμου καὶ εἰσοικίσει τῆς μοιχαλίδος καὶ τὴν ταύτης μείζονα καὶ χαλεπωτέραν παρανομίαν, ἤτοι τὴν μοιχοζευξίαν, διὰ τὸ ψευδομαρτυρῆσαι κατὰ θεοῦ καὶ τὸ τούτου ὄνομα λαβεῖν ἐπὶ τῇ ἀθεμίτῳ πράξει κατὰ τὴν μυσταγωγίαν, καὶ μὴν καὶ δοῦναι τοῖς μοιχωμένοις νικητικοὺς κατὰ Χριστοῦ τοὺς στεφάνους ἐπὶ μεθέξει τῶν θείων δώρων, τῶν ὡς κοινῶν ἐνυβρισθέντων παρὰ τοῦ μοιχοζεύκτου, καὶ ἀγγέλου οὐ τοῦ παντοκράτορος θεοῦ, ἀλλὰ τοῦ κοσμοκράτορος σατανᾶ ἀποφανθέντος κατὰ τὸ ἀληθές, ἔτι μὴν καὶ πάντων τῶν διὰ συνδρομῆς καὶ εὐδοκίας ἐν τῇδε τῇ παραβάσει τὴν μερίδα θεμένων μετὰ μοιχοῦ καὶ μοιχοζεύκτου) οἰκονομίαν σωτήριον τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προηγορεύκασιν, τοσοῦτον ὀχυρὰν καὶ θεοκύρωτον ὑπάρχουσαν, ὡς τοὺς μὴ εἴξαντας καὶ συνθεμένους αὐτοῖς ἀναθέματι συνοδικῶς ὑποβάλαι μετὰ φυλακῶν καὶ ἑτέρων παθημάτων, ὡς μὴ δεξαμένους ταύτην τὴν οἰκονομίαν ἁγιόπρακτον εἶναι. Ἄκουε, οὐρανέ, φησὶν Ἠσαΐας, καὶ ἐνωτίζου, γῆ, ὅτι