44
τὴν ἑαυτοῦ πίστιν καὶ τὴν τῶν ἐν Νικαίᾳ πατέρων ὁμολογίαν καὶ τῶν ρνʹ τῶν ἐν Κωνσταντινουπόλει ἀποδεχόμενος καὶ τὰ ἐν Ἐφέσῳ πεπραγμένα. τότε ὁ θεῖος Κύριλλος ἀποδεξάμενος γράφει Ἰωάννῃ καὶ τοῖς ἀνατολικοῖς ἐπιστολήν, ἧς ἡ ἀρχή· "εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ." καὶ τῇ αὐτῇ ὁμολογίᾳ συνθέμενοι ἀμφότεροι ἡνώθησαν πρὸς εἰρήνην καὶ ὁμόνοιαν αἱ παρ' ἑκατέροις ἁγίαι ἐκκλησίαι. κατὰ τοῦτον δὲ τὸν χρόνον Νόννος ὁ θεοφόρος ἐποίμαινε τὴν τῶν Ἐδεσηνῶν ἐκκλησίαν, ὁ τὴν πρώτην τῶν μιμάδων Ἀντιοχείας τῷ θεῷ ἀφιερώσας καὶ ἀντὶ Μαργαριτοῦς πόρνης ἁγίαν αὐτὴν Πελαγίαν παραστήσας τῷ Χριστῷ. οὗτος οὖν ὁ ἐν ἁγίοις ἀγαλλιώμενος ἐπὶ τῇ τῶν ἁγίων ὁμονοίᾳ γράφει τῷ ἀρχιεπισκόπῳ Ἰωάννῃ νουθεσίας καὶ διδασκαλίας ῥήματα, ἐν οἷς καὶ τοῦτο· "κάθαρον τὴν ἐκκλησίαν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ἀπὸ τῶν 92 Νεστοριανῶν ζιζανίων καὶ τῆς αὐτῶν δεινότητος." τὸν δὲ ἀσεβῆ καὶ βλάσφημον Νεστόριον ἐν τῇ ἐξορίᾳ ἡ θεία δίκη μετῆλθεν· σηπεδόνι τῶν μελῶν πάντων, μάλιστα δὲ τῆς μιαρᾶς γλώσσης περιπεσὼν διεφθάρη τῷ θανάτῳ, προλαβὼν τὴν ἀπὸ Ὀάσεως ἀνάκλησιν εἰς ἕτερον τόπον. Κόσμου ἔτη εϠκϛʹ. Τῆς θείας σαρκώσεως ἔτη υκϛʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. κϛʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Μαξιμιανὸς ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἦλθεν Οὐαλεντινιανὸς ἀπὸ Ῥώμης, ὁ Γάλλας Πλακιδίας καὶ Κωνσταντίου υἱός, ἐν Κωνσταντινουπόλει καὶ ἔγημε γυναῖκα τὴν θυγατέρα Θεοδοσίου τοῦ βασιλέως Εὐδοξίαν, τὴν ἐξ Εὐδοκίας γεννηθεῖσαν αὐτῷ, καὶ ἐπανῆλθεν ἐν Ῥώμῃ. Τῷ δ' αὐτῷ ἔτει Ἡσύχιος, ὁ πρεσβύτερος Ἱεροσολύμων, ἐτελεύτησεν. καὶ ἡ μακαρία Μελάνη, ἡ τῆς μεγάλης ἐγγόνη, ἐν ἀσκήσει ἐκοιμήθη ἐν βίῳ τελείῳ ἐν Ἱερουσαλήμ. Ῥώμης ἐπίσκοπος Ξύστος ἔτη ηʹ. κζʹ. κʹ. αʹ. βʹ. ιζʹ. κʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ βασιλεὺς τὴν γαμετὴν Εὐδοκίαν εἰς Ἱεροσόλυμα ἀπέστειλεν εὐχαριστηρίους ὕμνους προσάξουσαν τῷ θεῷ· ἥτις πάμπολλα ταῖς ἐκκλησίαις ἐδωρήσατο καὶ προσκυνήσασα τόν τε ἅγιον σταυρὸν καὶ τοὺς σεβασμίους τόπους ὑπέστρεψεν εἰς τὰ βασίλεια. Περσῶν βασιλεὺς Ἰσδιγέρδης ἔτη ιζʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Πρόκλος ἔτη ιβʹ. κηʹ. αʹ. βʹ. αʹ. ιηʹ. καʹ. ιγʹ. Τούτῳ τῷ ἔτει σύμπτωσις ἐγένετο ἐν τῷ θεάτρῳ Ἀλεξανδρείας, καὶ ἀπέθανον ἄνδρες φοβʹ τῇ παννυχίδι τῶν Νειλώων. κθʹ. βʹ. γʹ. βʹ. ιθʹ. κβʹ. ιδʹ. λʹ. γʹ. δʹ. γʹ. κʹ. κγʹ. ιεʹ. Τούτῳ τῷ ἔτει Πρόκλος, ὁ ἁγιώτατος ἐπίσκοπος Κωνσταντινουπόλεως, αἰτήσας τὸν βασιλέα Θεοδόσιον τὸ λείψανον Ἰωάννου 93 τοῦ Χρυσοστόμου ἀπὸ Κομάνων εἰς τὴν βασιλεύουσαν μετεκόμισεν. καὶ τῷ ἐχομένῳ ἔτει διὰ λγʹ ἐτῶν τοῦτο δημοσίᾳ ἐπὶ προελεύσεως πομπεύσας σὺν τῷ βασιλεῖ καὶ τῇ μακαρίᾳ Πουλχερίᾳ εἰς τὴν τῶν ἀποστόλων ἀπέθετο ἐκκλησίαν, καὶ οὕτω τοὺς διὰ τὴν ἐκείνου καθαίρεσιν τῆς ἐκκλησίας χωρισθέντας ἥνωσεν. ἐπὶ τούτου τοῦ ἐν ἁγίοις Πρόκλου σεισμοὶ γεγόνασι μεγάλοι ἐν Κωνσταντινουπόλει ἐπὶ τέσσαρας μῆνας, ὥστε φοβηθέντες οἱ Βυζάντιοι ἔφυγον ἔξω τῆς πόλεως ἐν τῷ λεγομένῳ Κάμπῳ καὶ ἦσαν διημερεύοντες σὺν τῷ ἐπισκόπῳ ἐν ταῖς πρὸς θεὸν δεήσεσι λιτανεύοντες. ἐν μιᾷ οὖν κυμαινομένης τῆς γῆς, καὶ παντὸς τοῦ λαοῦ κράζοντος τὸ "κύριε ἐλέησον" ἐκτενῶς, περὶ ὥραν τρίτην ἄφνω πάντων ὁρώντων συέβη ὑπὸ θείας δυνάμεως ἀρθῆναί τινα νεανίσκον εἰς τὸν ἀέρα καὶ ἀκοῦσαι θείας φωνῆς παρεγγυώσης αὐτὸν ἀναγγεῖλαι τῷ ἐπισκόπῳ καὶ τῷ λαῷ λιτανεύειν οὕτω καὶ λέγειν· "ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς." μηδὲν ἕτερον προστιθέντας. ὁ δὲ ἐν ἁγίοις Πρόκλος ταύτην δεξάμενος τὴν ἀπόφασιν ἐπέτρεψε τῷ λαῷ ψάλλειν οὕτῳ, καὶ εὐθέως ἔστη ὁ σεισμός. ἡ δὲ μακαρία Πουλχερία καὶ ὁ ταύτης ἀδελφὸς ὑπεραγασθέντες τῷ θαύματι