1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

45

θεοφιλεστάτου βασιλέως Κωνσταντίνου διαφυλάττοντα τηρῆσαι τὴν ἀκρόασιν τῶν καθ' ἡμᾶς πραγμάτων αὐτῷ τῷ εὐσεβεστάτῳ βασιλεῖ. καὶ γὰρ εὔλογον ἀποσταλέντα σε παρὰ τῆς βασιλείας αὐτοῦ 79.3 καὶ ἡμῶν ἐπικαλεσαμένων τὴν εὐσέβειαν αὐτοῦ αὐτῷ τηρῆσαι τὸ πρᾶγμα. οὐκέτι γὰρ φέρομεν συσκευαζόμενοι καὶ ἐπιβουλευόμενοι διὰ τῶν περὶ Εὐσέβιον τῶν προειρημένων. καὶ διὰ τοῦτο τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ βασιλεῖ τηρηθῆναι τὸ πρᾶγμα ἀξιοῦ μεν, παρ' ᾧ δυνάμεθα καὶ τὰ δίκαια τῆς ἐκκλησίας καὶ τὰ ἑαυτῶν παραθέσθαι. πιστεύο 79.4 μεν γὰρ ὅτι ἡ εὐσέβεια αὐτοῦ ἀκούσασα οὐ καταγνώσεται ἡμῶν. καὶ πάλιν οὖν ὁρκίζο μέν σε τὸν παντοκράτορα θεὸν καὶ τὸν εὐσεβέστατον βασιλέα ἀεὶ εἰς πολλὰς ἐτῶν περιόδους νικῶντα καὶ ὑγιαίνοντα μετὰ τῶν παίδων τῆς εὐσεβείας αὐτοῦ μηδὲν πλέον πρᾶξαι μηδὲ ἐπιτρέψαι τι σεαυτῷ ἐν τῇ συνόδῳ κινῆσαι περὶ τῶν καθ' ἡμᾶς πραγ μάτων, ἀλλὰ τηρῆσαι τῇ εὐσεβείᾳ αὐτοῦ τὴν ἀκρόασιν. περὶ δὲ τῶν αὐτῶν καὶ τοῖς κυρίοις μου ἐπισκόποις τοῖς ὀρθοδόξοις ἐδηλώσαμεν.

80.1 Ταῦτα δεξάμενος Ἀλέξανδρος ὁ ἐπίσκοπος τῆς Θεσσαλονίκης ἔγραψε ∆ιονυσίῳ τῷ κόμητι ταῦτα· 80.2ν Τῷ δεσπότῃ μου ∆ιονυσίῳ Ἀλέξανδρος ἐπίσκοπος. Φανερὰν ὁρῶ κατὰ Ἀθανασίου συσκευὴν γενομένην. πάντας γὰρ οὓς παρῃτή σατο, τούτους οὐκ οἶδα τί πεπονθότες ἀποστεῖλαι ἠθέλησαν μηδὲ σημάναντες ἡμῖν. ἦν γὰρ δόξαν κατὰ τὸ αὐτὸ σκέψασθαι, τίνας δεήσει ἀποσταλῆναι. συμβούλευσον οὖν μή τι προπετὲς γενέσθαι (ἐληλύθασι γὰρ πρὸς μὲ τεθορυβημένοι λέγοντες «ἤδη τὰ θηρία ἐσφρῖχθαι, καὶ μέλλειν ἐξορμᾶν». περιηχήθησαν γὰρ ὡς Ἰωάννου τινὰς ἀποστεί 80.3 λαντος), μὴ προλαβόντες καττύσωσιν, ὡς ἂν ἐθέλοιεν. οἶδας γὰρ ὅτι καὶ Κολλουθιανοὶ τῆς ἐκκλησίας ἐχθροὶ ὄντες καὶ Ἀρειανοὶ καὶ Μελιτιανοί, οὗτοι πάντες ἀλλήλοις σύμψηφοι γενόμενοι, δύνανται μεγάλα κακὰ ἐργάσασθαι. σκέψαι οὖν τὸ συμφέρον, ἵνα μὴ ἀνα κύψῃ τι σκυθρωπὸν καὶ αἰτίᾳ ὑποβληθῶμεν ὡς οὐ κατὰ τὸ δίκαιον κρίναντες. κἀκεῖνοι μάλιστα ὑφορῶνται, μὴ διοδεύοντες τὰς ἐκκλησίας, ὧν οἱ ἐπίσκοποί εἰσιν ἐνταῦθα, φόβον ἐμποιήσαντες ταράξωσι πᾶσαν τὴν Αἴγυπτον ὡς τοῖς Μελιτιανοῖς παραδόντες. ἐκ τοῦ πλείστου γὰρ τοῦτο συνορῶ γινόμενον.

81.1 Πρὸς ταῦτα ∆ιονύσιος ὁ κόμης ἔγραψε τοῖς περὶ Εὐσέβιον ταῦτα· ... Ταῦτα ἦν ἃ νῦν διελεγόμην τοῖς κυρίοις μου τοῖς περὶ Φλάκιλλον, ὅτι Ἀθανάσιος ἐπιστὰς ᾐτιάσατο· «οὓς παρῃτησάμην», λέγων, «τούτους ἀποστέλλεσθαι» καὶ βοῶν ὡς «ἀδικούμενος καὶ περιγραφόμενος», ταῦτα καὶ ὁ κύριός μου τῆς ψυχῆς Ἀλέξανδρος ἀπέ στειλε. καὶ ἵνα γνῶτε ὅτι κατὰ λόγον ἔχει τὰ γραφέντα μοι παρὰ τῆς χρηστότητος 81.2 αὐτοῦ, ὑπέταξα αὐτὰ ἀναγνωσθησόμενα ὑμῖν. μέμνησθε δὲ καὶ τῶν ἄνωθεν παρ' ἐμοῦ γραφέντων· ἐπέστειλα γὰρ ὑμῶν τῇ χρηστότητι, κύριοι, ὅτι χρὴ τοὺς ἀποστελλο μένους κοινῇ κρίσει καὶ δόγματι ἀποσταλῆναι. ὁρᾶτε τοίνυν, μὴ ἐγκλήματι ὑποπέσῃ τὰ γινόμενα μηδὲ δικαίας μέμψεως ἀφορμὴν τοῖς βουλομένοις ἡμᾶς αἰτιάσασθαι δῶμεν. ὥσπερ γὰρ βαρεῖσθαι τὸ μέρος τῶν κατηγόρων οὐ προσήκει, οὕτως οὐδὲ τὸ τῶν φευ γόντων. νομίζω δὲ οὐ μικρὰν εἶναι ἀφορμὴν καθ' ἡμῶν μέμψεως, ὅταν φαίνηται ὁ κύριός μου Ἀλέξανδρος μὴ συναινῶν τοῖς πραττομένοις ...

82.1 Τούτων οὕτω πραττομένων ἀνεχωρήσαμεν ἀπ' αὐτῶν ὡς «ἀπὸ συνόδου τῶν ἀθετούντων»· ἃ γὰρ ἐβούλοντο, ταῦτα καὶ ἔπραττον. ὅτι μὲν οὖν τὰ πραττόμενα κατὰ μονομέρειαν οὐδεμίαν ἔχει δύναμιν, οὐδείς ἐστιν, ὅστις ἀγνοεῖ τῶν πάντων ἀνθρώπων. 82.2 τοῦτο γὰρ καὶ ὁ θεῖος νόμος κελεύει, τοῦτο καὶ ὁ μακάριος ἀπόστολος πάσχων τοιαύτην ἐπιβουλὴν καὶ κρινόμενος ἠξίου λέγων· «ἔδει τοὺς ἀπὸ τῆς Ἀσίας Ἰουδαίους ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν», ὅτε καὶ ὁ Φῆστος θελόντων τῶν Ἰουδαίων τοιαύτην ἐπιβουλὴν ἐργάσασθαι, οἵαν νῦν καθ' ἡμῶν οὗτοι