αὐλῶν ἀπορρῖψαι τὸ ἐπιτερπὲς διὰ τὸ ἀπρεπὲς τῆς ὄψεως-, ὡς ἀδιαστρόφῳ τῷ προσώπῳ πιεῖν, μὴ ἄδην σπάσαντας μηδὲ πρὸ πόσεως τοὺς ὀφθαλμοὺς ἀσχημονεῖν ἀναγκάζοντας, ἀμυστὶ ἕλκοντας ὑπὸ ἀκρασίας, μηδὲ περιχεῖν τὸ γένειον ἢ τὴν ἐσθῆτα καταβρέχειν, ἀθρόου τοῦ ποτοῦ ἐπεισχεομένου, μονονουχὶ ἐμπλύνοντας ἐναποκλυζόμενον 2.2.31.2 ταῖς φιάλαις τὸ πρόσωπον τὸ αὑτῶν. Καὶ γὰρ ὁ κελαρυσμὸς ῥαγδαίου τοῦ ποτοῦ φερομένου σὺν πολλῷ τῷ πνεύματι ἐπισπωμένῳ, ὥσπερ εἰς κεραμεοῦν ἄγγος ἐγχεομένου, ἠχοῦντος τοῦ λαιμοῦ διὰ τὸν ῥοώδη καταβροχθισμόν, αἰσχρόν, καὶ ἀπρεπὲς τὸ θέαμα τῆς ἀκρασίας, πρὸς δὲ καὶ ἐπιβλαβὲς τὸ ἐπιτήδευμα τῷ μεταλαμβάνοντι, ἡ φιλοποσία. 2.2.31.3 Μὴ σπεύσῃς εἰς βλάβην, ὦ οὗτος. Οὐχ ἁρπάζεταί σου τὸ ποτόν· σοὶ δέδοται καὶ ἀναμένει σε. Μὴ διαρραγῆναι σπουδάσῃς, χανδὸν ἑλκύσας· πίμπλαταί σου ἡ δίψα, κἂν βράδιον πίῃς, τὸ κόσμιον προσλαβοῦσα, κοσμίως καταμεριζομένου τοῦ ποτοῦ· οὐ γὰρ ἀφαιρεῖται τῷ χρόνῳ ὃ προαρπάζει ἡ ἀκρασία. Ἐν οἴνῳ δέ, φησί, μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἠχρείωσεν ὁ οἶνος. 2.2.32.1 Μέθῃ δὲ μάλιστα οἱ Σκύθαι χρῶνται Κελτοί τε καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ ξύμπαντα ὄντα ταῦτα γένη, καὶ καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασιν· ἡμεῖς δὲ τὸ εἰρηνικὸν γένος εἰς ἀπόλαυσιν, οὐκ εἰς ὕβριν ἑστιώμενοι νηφαλίους πίνομεν φιλοτησίας, 2.2.32.2 ἵνα δὴ τῷ ὄντι οἰκείως τῷ ὀνόματι δειχθῶσιν φιλότητες. Πῶς οἵεσθε πεπωκέναι τὸν κύριον, ὁπηνίκα δι' ἡμᾶς ἄνθρωπος ἐγένετο; οὕτως ἀναισχύντως ὡς ἡμεῖς; οὐχὶ ἀστείως; οὐχὶ κοσμίως; οὐκ ἐπιλελογισμένως; Εὖ γὰρ ἴστε, μετέλαβεν οἴνου καὶ αὐτός· καὶ γὰρ ἄνθρωπος καὶ αὐτός· καὶ εὐλόγησέν γε τὸν οἶνον, εἰπών· Λάβετε, πίετε· τοῦτό μού ἐστιν τὸ αἷμα· αἷμα τῆς ἀμπέλου τὸν λόγον τὸν περὶ πολλῶν ἐκχεόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, εὐφροσύνης ἅγιον ἀλλη2.2.32.3 γορεῖ νᾶμα. Καὶ ὅτι μὲν σωφρονεῖν τὸν πίνοντα δεῖ, δι' ὧν ἐδίδασκεν παρὰ τὰς εὐωχίας ἔδειξεν σαφῶς· οὐ γὰρ μεθύων ἐδίδασκεν. Ὅτι δὲ οἶνος ἦν τὸ εὐλογηθέν, ἀπέδειξε πάλιν πρὸς τοὺς μαθητὰς λέγων· Οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης, μέχρις ἂν πίω 2.2.32.4 αὐτὸ μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. Ἀλλ' ὅτι γε οἶνος ἦν τὸ πινόμενον πρὸς τοῦ κυρίου, πάλιν αὐτὸς περὶ ἑαυτοῦ λέγει τὴν Ἰουδαίων ἐπονειδίζων σκληροκαρδίαν· Ἦλθεν γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπό2.2.33.1 της, τελωνῶν φίλος. Τουτὶ μὲν ἡμῖν καὶ πρὸς τοὺς Ἐγκρατητὰς καλουμένους παραπεπήχθω. Αἱ δὲ γυναῖκες, τὸ εὔσχημον ἐπαναιρούμεναι δῆθεν, ὡς μὴ ταῖς πλατείαις κύλιξιν διαχέουσαι τὰ χείλη περιρραγεῖς γένωνται πλατυνομένου τοῦ στόματος, στεναῖς κομιδῇ κατὰ τὸ στόμιον ἀλαβάστροις ἀσχημόνως πίνουσαι ἀνακλῶσι μὲν τὰς κεφαλάς, γυμνοῦσι δὲ τοὺς τραχήλους, οὐ κοσμίως, ἐμοὶ δοκεῖν, καὶ τὸν λάρυγγα διατείνουσαι περὶ τὴν κατάποσιν βροχθίζουσιν, οἷον ἀπογυμνούμεναι τοῖς συμπόταις ἃ δύνανται, ἐρυγάς τε ἀνδρώδεις ἐπισπώμεναι, μᾶλλον δὲ 2.2.33.2 ἀνδραποδώδεις, προσεπιθρύπτονται σπαταλῶσαι· οὐδεὶς γὰρ ψόφος οἰκεῖος ἀνδρὶ λογικῷ, ἔτι δὲ μᾶλλον γυναικί, ᾗ καὶ τὸ συνειδέναι αὐτὴν ἑαυτῇ, ἥτις εἴη, μόνον αἰσχύνην φέρει. Ὀργὴ δέ, φησίν, μεγάλη γυνὴ μέθυσος, οἱονεὶ χόλος θεοῦ οἰνομάχλη γυνή. ∆ιὰ τί; Ὅτι ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύπτει. Ταχὺ γὰρ εἰς ἀταξίαν 2.2.33.3 ὑποσύρεται γυνή, κἂν μόνον ἐπιδῷ τὴν προαίρεσιν εἰς ἡδονάς. Καὶ οὐχὶ ἀλαβάστροις πίνειν κεκωλύκαμεν· ἀλλὰ τὸ ἐπιτηδεύειν ἐν τούτοις μόνον πίνειν ὡς ἀλαζονικὸν περικόπτομεν, τοῖς παρατυχοῦσιν ἀπροσπαθῶς χρῆσθαι συμβουλεύοντες, πόρρωθεν ἄνωθεν 2.2.33.4 ὀλισθανούσας ἀνακόπτοντες αὐταῖς τὰς ὀρέξεις. Ἡ δ' οὖν πρὸς ἐρυγὴν ἀναπλωτάζουσα τοῦ ἀέρος ἔφελξις ἡσυχῇ παραπεμπτέα. Κατ' οὐδένα δὲ τρόπον ταῖς γυναιξὶν ἐπιτρεπτέον παραγυμνούσας τι τοῦ σώματος καταφαίνεσθαι, μὴ σφαλεῖεν