45
[OΜIΛIA E.] Τῇ μὲν οὖν ἐν Τύρῳ ἐπιούσῃ ἡμέρᾳ καθὰ συνεταξάμεθα εἰς τὸν ἡσύ- χιον τόπον ἐλθών, τοὺς μὲν ἑτέρους μετά τινων καὶ ἄλλων ἰδὼν καὶ προσ- αγορεύσας, Ἀππίωνα δὲ μὴ ἑωρακώς, ἠρόμην τοῦ μὴ παρεῖναι ἐκεῖνον τὴν αἰτίαν. καί τις ἔφη δυσαρρώστως αὐτὸν ἀπ' αὐτῆς ἑσπέρας ἐσχηκέναι τὸ σωμάτιον. ἐμοῦ δὲ φήσαντος εὔλογον εἶναι παραχρῆμα ὁρμήσαντας ἐπισκέ- ψασθαι αὐτόν, σχεδὸν οἱ πάντες ἠξίουν πρότερον διαλεχθῆναί με αὐτοῖς, εἶθ' οὕτως κἀκεῖνον ἐπισκέψασθαι δύνασθαι αὐτόν. μιᾶς οὖν πάντων γνώ- μης γενομένης λέγειν ἠρξάμην· Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυ- νάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους καὶ μηθὲν τέλειον εὑρεῖν δυνάμενος, ὑπὸ τῆς ἀνίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ῥώμῃ, πατρι- κὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοὶ καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται ὡς ἰατρικῆς οὐκ ἀμύητος καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι' ἀπεχ- θείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ' αὐτῶν συγγεγραφέναι, καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὸν εἰς φιλίαν προσέμενον, ἀλλ' ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοιουδαῖόν τε ὄντα καὶ κατὰ Ἰου- δαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσῳκειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ' αὐτοῦ μανθάνειν. ταῦτα ἐγὼ προειδὼς περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιη- τῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη· Τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τίς σου τῆς ψυχῆς ἡ νόσος; ἐμοῦ δὲ προσποιητῶς πάλιν ἀναστενάξαντος ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν περὶ οὗ ἤθελον ἐν- δείκνυσθαι παρεῖχον τὴν ὑπόνοιαν. ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· Oὐδέν ἐστιν ἐν τῷ βίῳ βοηθείας τυχεῖν μὴ δυνάμενον· καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτῆς τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ' οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον· καὶ ὅμως περιτυχών τινι Aἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖ- χεν πρὸς πᾶν ὃ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρὸς μὲ φιλοτιμούμενος καὶ τὴν ἐπαοιδήν, δι' ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνεσεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος. ὅθεν εἰ καὶ σὺ τοιοῦτόν τι πέπονθας ἀνθρωπίνως, θάρσησον ἡμῖν πρὸς τὸ ἀμέριμνον· ἐντὸς γὰρ ἡμερῶν ἑπτὰ πάντως αὐτῆς ἐπιτυχεῖν σε ποιήσω. ταῦτα ἀκούσας ἐγώ, εἰς τὸν ἐμὸν σκοπὸν ἀποβλέπων ἔφην· Σύγγνωθί μοι μὴ πάνυ πιστεύοντι μαγείαν ὑφεστάναι· πολλῶν γὰρ πολλὰ ἐπαγγελλομένων καὶ διαψευσα-