Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
ἐνταῦθα εἰσφερόμενον πρόσ ωπον, κρίνεσθαι ζητεῖ, οὐκ ἐπί γε τοῖς πεπλημμε λημένοις. Οὐ γὰρ εἰκὸς, ἄνθρωπον ὄντα καὶ πολλὴν ἀῤῥωστοῦντα τὴν εἰς τὸ πλημμελεῖν ἀσθένειαν, καὶ ὀλισθημάτων οὐκ ἐλεύθερον παντελῶς, ἐκ παῤῥησίας εἰπεῖν τὸ, "Κρῖνόν με, Κύριε." Οὐ τοίνυν ἐπὶ τοῖς πλημμελήμασι κριθῆναι ἀξιοῖ, ἀλλ' ἐπὶ μόνῳ τῷ κατὰ μηδένα τρόπον Ἰουδαίοις συμφρονῆσαι δεδυσ σεβηκόσι κατὰ Χριστοῦ. Ἅτε γὰρ ἀγαθῷ συνειδότι μαρτυρούμενος, ὅτι καὶ γνήσιον ἔχει τὸ φρόνημα, καὶ τῆς Ἰουδαίων σκαιότητος εἰς ἅπαν ἀπηλλαγμέ νον, φησί· Κρῖνόν με, Κύριε· πεπόρευμαι γὰρ ἐν ἀκακίᾳ· ἀκακίαν λέγων τὸ μὴ μετασχεῖν τῆς φαυλό τητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. ∆εῖ γὰρ τοὺς πιστεύοντας εἰς Χριστὸν, μὴ πονηροὺς εἶναι ζητη τὰς, ὁποῖοι ἦσαν οἱ λέγοντες περὶ Χριστοῦ· Πόθεν τούτῳ τὰ σημεῖα καὶ ἡ σοφία αὕτη; καὶ πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; ἢ καὶ, "∆ιὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" Ἀλλ' οὗτος ἐν ἁπλῇ τῇ πίστει τὸν ἐπ' αὐτῷ παραδεξάμενος λόγον, Ἐν ἀκακίᾳ πεπόρευμαι, φησίν. Οὕτω καὶ γέγρα πται· "Φρονήσατε περὶ τοῦ Κυρίου ἀληθῆ, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν." Ἐμφανῆ γὰρ τοῖς τοιούτοις ἑαυτὸν καθίστησιν, ὡς τῷ ἐκ γεννητῆς τυφλῷ. Οὐκοῦν τὸ ἐν ἀκακίᾳ καὶ ἁπλότητι καρδίας πιστεύειν αὐτῷ, τοῦ παντὸς ἂν εἴη πρόξενον ἀγαθοῦ. Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων, οὐ μὴ ἀσθενήσω (C f. 50) Οὐ κατοκνήσω, οὐ περιπατήσομαι· βεβαίαν δὲ ἕξω τὴν αἴτησιν, εἰς σὲ τὰς ἐλπίδας ἀπο γραψάμενος· ἔχω γὰρ σὲ τὸν δυναμοῦντά με. Ὁ μὲν ἐφ' ἑαυτῷ ἢ ἄλλῳ τινὶ ἔχων τὰς ἐλπίδας, ἀσθενή σεται ἄν· ὁ δὲ ἐπὶ τῷ Κυρίῳ, οὐδὲν σαλευθείη. Εἰ ἐτάσεις, φησὶ, τῆς ψυχῆς μου τὰ πάθη, ἐπὶ τῷ σῷ εὑρήσεις ἐλέει μόνῳ πάντα με τῆς διανοίας πόνον ἔχοντα· τοῦτο δὲ ποιῶν, εὐάρεστος ἔσομαι παρὰ σοὶ, τὴν σὴν ἀγαπήσας ἀλήθειαν.
ΨΑΛΜΟΣ Κςʹ.
Ψαλμὸς τῷ ∆αβὶδ πρὸ τοῦ χρισθῆναι. (A f. 145) Ἐφαρμοσθήσεται μὲν καὶ ὁ
προκεί μενος ἡμῖν ψαλμὸς τῷ προσώπῳ τοῦ νέου λαοῦ, τοῦ διὰ πίστεως ἐν Χριστῷ τετελειωμένου. Εἰσκομίζεται γὰρ ἐνταῦθα πνευματικῶς ἀνδριζόμενος, καὶ τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἐλπίδα πήξας ἐπὶ Χριστῷ, καὶ μελετῶν ὅτι μάλιστα τὸ ἄθραυστον εἰς πόνους, καὶ παρακαλῶν τοῖς παρὰ Χριστοῦ νόμοις ἰθύνεσθαι, καὶ πρὸς ὁδὸν εὐθεῖαν ἀποφέρεσθαι. Ἐφαρμοσθείη δ' ἂν ὁ αὐτὸς ψαλμὸς, οὐκ ἔξω λόγου, καὶ τῷ προσώπῳ τοῦ θεσπεσίου ∆αβὶδ, παρ' οὖ καὶ συντέθειται πρὸ τοῦ χρισθῆναι εἰς βασιλέα. Προεγνωκὼς γὰρ τὰ ἐσό 69.853 μενα διὰ τῆς τοῦ Πνεύματος φωταγωγίας, καὶ εὖ εἰδὼς ὅτι προχειρισθήσεται εἰς τὸ βασιλεύειν τῶν ἐξ Ἰσραὴλ, περιπεσεῖται δὲ πάντως καὶ ἀδοκήτοις πειρασμοῖς, πολέμοις τε καὶ μάχαις, καὶ τοῖς ἐκ τῶν περιστάσεων κύμασι (πολλοὶ γὰρ οἱ ἀνέδην τοῖς οὕτω λαμπροῖς ἐπιβουλεύοντες, μονονουχὶ προαναζώννυ ται τὴν ὀσφὺν), καὶ ὡς ἤδη παρόντα καὶ ἐνεστηκότα τὰ ἐσόμενα βλέπων, καὶ πρὸς τὸ παθεῖν ἑτοιμάζων τὴν ἑαυτοῦ καρδίαν, ὅπλον δὲ ποιούμενος ἀῤῥαγὲς τὴν παρὰ Θεοῦ ἐπικουρίαν, καὶ ὅτι πάντως περι γενήσεται τῶν αὐτῷ μαχομένων προσδοκῶν, ποιεῖται τὴν προσευχήν. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ, ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέ με, κ.τ.λ. (A f. 147) Προσαπτέον δὲ τοὺς στίχους καὶ τοῖς κεκλημένοις διὰ πίστεως, καὶ ῥητέον ὅτι ὅτ' ἄν τινες αὐτοῖς θλίψεις καὶ διωγμοὺς ἐπισωρεύσωσι, τότε ὁ Θεὸς, καθ' ἅ φησιν ὁ Μωσῆς, ὡς ἀετὸς σκεπάζει νοσσιὰν αὐτοῦ, οὕτω διεὶς τὰς πτέρυγας δέχεται αὐ τοὺς, καὶ οὐκ ἐφίησι τοῖς ἐθελοκακοῦσι κατευμεγε θεῖν αὐτῶν. Τοῦτο γὰρ οἶμαι λέγειν σκηνὴν καὶ σκηνῆς ἀπόκρυφα. Οὐ μόνον δὲ, φησὶν, ἔκρυψέ με καὶ ἐσκέπασεν, ἀλλὰ καὶ ἐν πέτρᾳ ὕψωσέ