1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

45

διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικει ..... αὐτῷ. 122 καὶ μετ' ὀλίγα· καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ τῆς .... τοῦ αὐτοῦ, λέγων, Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ· καὶ εἶπεν, Ἰδοὺ, ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε ........ δήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν μετ' ὀλίγα λέλεκται πρὸς αὐτόν· Ἄκουε δὴ ...... ρεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου· διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι, ἰδοὺ, ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν. Καὶ αὖθις μεθ' ἕτερα· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων. Καὶ μετὰ βραχέα· Καὶ λήψῃ ἀργύριον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐρεῖς πρὸς αὐτὸν, Τάδε λέγει Κύριος παντοκράτωρ, Ἰδοὺ, ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων. Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομενοῦσιν. Ἐπεὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁ θαυμάσιος ἀπόστολος ἀρχιερέα μέγαν ὠνόμασε διεληλυθότα τοὺς οὐρανοὺς, ἀναφέροιτ' ἂν ἐπ' αὐτὸν εἰκότως ...... καὶ ὁ κατὰ τὴν προφητείαν τῇ τε αὐτῇ προσωνυμίᾳ καὶ τῷ αὐτῷ ἀξιώματι τετιμημένος· ταύτη τε ............. ρηματίσας· τοῦτον δὴ οὖν ὁ Κύριος ἔδειξεν τῷ προφήτω ..... τιρυπώση περιβεβλημένον τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπὶ τὴν καθ' ἡμᾶς αἰχμαλωσίαν αἰνιττόμενος κάθοδον, καθ' ἣν ........ ῶν κηρύ 123 ξαι αἰχμαλώτοις ἄφεσιν, οἷα δὴ τὰς ἡμετέρας εἰς ἑαυτὸν ἀναλαβὼν ἁμαρτίας ῥυπαροῖς κέχρηται παρ' ἡμῶν ἐνδύμασι· ταῦτα δ' ὁ Πατὴρ ἀποδύντα κελεύει τὰ τῆς θεότητος ἀναλαβεῖν θεῖα καὶ ἀξιοπρεπῆ τῆς κατ' οὐρανὸν ἀρχιερωσύνης ἐνδύματα. Τούτων δὲ καὶ κατὰ τὴν ἱστορίαν περὶ τ... τοτε Ἰησοῦν τυπικῶς ὡς εἰκὸς γεγενημένων ἀφ' ἑτέρας ἀρχῆς ὁ λόγος πρός τε αὐτὸν τὸν ἄνδρα Ἰησοῦν καὶ τοὺς σὺν αὐτῷ ... τε ρατοσκόπους, ἡγοῦμαι δ' οὕτως τοὺς τῆς πνευματικῆς ....... ἠξιωμένους ὠνομάσθαι, φησίν, ἰδοὺ ἐγὼ ἄγω τὸν .......... ἀνατολήν. Καὶ ὑποκαταβὰς αὐτοῦ τοῦ Ἰησοῦ τοὺς στεφάνους τῇ κεφαλῇ ἐπιθεὶς, ἐπιφέρει λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα· καὶ ὑποκάτ......... ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου καὶ τὰς ..... καὶ τὰ ἐπὶ τὸν Χριστὸν ἀναφέροιτ' ἂν, τῆς προσηκούσης .. τυχόντα διηγήσεως· πλὴν καὶ τοῖς ἐκ περιτομῆς καὶ ........ αλὸν ..... παραθέσθαι. ἐπεὶ μὴ δ' ὅλως προφήτην ἀπὸ τῆς ...... περσου βασιλείας· καὶ τῶν τῆς προφητείας χρόνων ...... ...... ἐγηγερμένον ἔχοιεν ἐπιδεῖξαι, μὴ ὅτι γε Ἰωάννην καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τὶς δὴ οὖν ὁ προφητευόμενος ὥρα λέγειν. ... εἰ δὲ λέγοιεν, ταῦτα εἰς τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ ἀναφέρεται, δεικτέον αὐτοῖς ὅτι μηδαμῶς ἐκείνῳ τὰ λεγόμενα ἁρμόζει· πότε γὰρ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἀνατολή; διὰ τί δὲ καὶ ταύτης ἀξιοῦται τῆς προσηγορίας; πῶς δὲ ἁρμόσει αὐτῷ τὸ, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ· μάλιστα δὲ τὸ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν 124 αὐτοῦ· εἰ γὰρ αὐτὸς ἐτύγχανεν ὢν ὁ ἱερεὺς ὁ μέγας, τίς δ' ἂν εἴη ὁ ἐκ δεξιῶν αὐτοῦ, ἕτερος ὢν παρ' αὐτὸν ἱερεύς; σαφῶς δὲ ἕτερον παρ' ἐκεῖνον εἶναι διδάσκει τὸν λεγόμενον ἀνατολήν· πρὸς γὰρ τὸν αὐτὸν Κύριον καὶ τοὺς .. ἀμφ' αὐτοῦ ὸν φησὶν ὁ λόγος· Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου· ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· εἰ δὴ οὖν αὐτῷ ταῦτα εἴρηται, πῶς ἂν ἔτι χώραν ἔχει οι τὸ περὶ αὐτοῦ λέγεσθαι νομίζειν τὸ, ἰδοὺ ἀνὴρ ἀνατολὴν ...... αὐτῷ; Σαφῶς δὴ διὰ τούτων δύο παρίσταται πρόσωπα· ἓν μὲν ᾧ τὸ θεῖον διαλέγεται, ἕτερον δὲ περὶ οὗ προφητεύει· ᾧ καὶ ἀναμφιλόγως ἀνάγοιτ' ἂν ἐπὶ τὸν Χριστὸν τὸν ἀληθῶς υἱὸν τοῦ ......... ἑρμηνεύεται ιαὼ δικαιοσύνη· οὗτος δ' ἂν εἴη ὁ Πατὴρ .... τοὺς τῶν νικητηρίων περιτιθεὶς τῷ χριστῷ στεφάνους ............. ..... καλεῖ· διὰ τὴν εἰς ἀνθρώπους ἀνατείλασαν αὐ ............ διδασκαλίαν· καὶ τὸν πρῶτον καὶ