παρὰ τὸ δάπεδον, δαπεδεινὸς, καὶ κατὰ συγκοπὴν δαπεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τὸ τ ταπεινός· ἢ παρὰ τὸ πατῶ γέγονεν πατός· οἱονεὶ, ὁ πατούμενος τόπος, καὶ ἐκεῖθεν ταπεινός· ἢ παρὰ τὸ τάπης, τά πητος γέγονεν ταπητεινὸς, καὶ κατὰ συγκοπὴν ταπεινός. 269 9Τερεῖνα9: Σημαίνει δὲ τὴν ἁπαλήν· διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ μάκαρ, μάκαρος· καὶ τάλας, τάλανος· γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν, κατὰ προσθήκην τοῦ ι, οὕτως καὶ παρὰ τὸ τέρην, τέρενος, γίνεται τερεῖνα τὸ θηλυκὸν, διὰ τῆς ει διφθόγγου κατὰ προσθήκην τοῦ ι. 9Τίροσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ, ι κατὰ παράδοσιν. 9Τείρεται9: ∆ιὰ διφθόγγου· τέῤῥεται γὰρ οἱ Αἰολεῖς καὶ ὁ Ῥωμαῖος. 9Τέρρα9: Ἡ γῆ παρὰ τὸ ἀεὶ καταπονεῖσθαι αὐτὴν τῇ ἀει σπορίᾳ. 9Τετράδειον9: ∆ιὰ διφθόγγου, καὶ προπαροξύνεται· ἡ πα ράδοσις. 9Τετράδιον9: ∆ιὰ τοῦ ι τὸ ὑποκοριστικόν. 9Τυμβωρυχία9: Τὸ ω μέγα. 9Τριακονταέτησ9 ἄνθρωπος ὀξυτόνος· Τριακονταετὴς δὲ χρόνος ἐστὶν τὴν σάρκα· διετὴς χρόνος ἐστὶν ἀφ' οὗ ταῦτα ἐγένετο.
9Ὑποδεξία9: Σημαίνει τὸ ὑποδέχεσθαι, διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν
εἰς ος μὴ ἐχόντων ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, διὰ τοῦ ια γινόμενα θηλυκὰ πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται· οἷον, κακὸς, κακία· ὑπόδεκτος, ὑποδεξία, διὰ τὴν σύνταξιν. 9Ὑπηρεσία9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ ἀρσενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ τρέποντα τὸ τ εἰς σ, διὰ τοῦ ι γράφεται· οἷον, ἄλουτος, ἀλου σία· ἀθάνατος, ἀθανασία· οὕτως, καὶ ὑπηρετὸς, ὑπηρεσία. 9Ὑπερίων9: ∆ιὰ τοῦ ι· παρὰ γὰρ τὴν ἰὼν μετοχὴν γέγονεν Ὑπερίων· καὶ ἄλλως· ἐπειδὴ τρέπει τὸ ω εἰς τὸ ο κατὰ τὴν γενικήν· οἷον, Ὑπερίονος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγ γου, ἐφύλαττεν τὸ ω κατὰ τὴν γενικήν· τὰ γὰρ διὰ τοῦ ειων διὰ τῆς ει διφθόγγου γράφεται, μὴ ὄντα συγκριτικὰ φυλάτ τοντα τὸ ω κατὰ τὴν γενικήν· οἷον, Ἀτρείων, Ἀτρείωνος· Καδμείων, Καδμείωνος· Ἀργείων, Ἀργείωνος· πρόσκειται μὴσυγκριτικὰ, διὰ τὸ χερείων, χερείονος· ἀρείων, ἀρείονος. 270 9Ὑπερίδησ9: ∆ιὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ παρὰ τὴν ἀνὰ ἄνθρωπος γίνεται ἀνθρώπιος· καὶ παρὰ τὴν ὑπὸ, ὑπόσιος· οὕτως καὶ παρὰ τὴν ὑπὲρ, ὕπερος· κατὰ τὸν κανόνα ἔχοντα κ στοιχεῖον. 9Ὑσμίνη9: ∆ιὰ τοῦ ι· ὁ κανών· τὰ διὰ τοῦ ινη μονογενῆ, μὴ γινόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, Ὠκεανίνη· Εὐηνίνη· ἰατρίνη· Ἀδρι-στίνη· ὑσμίνη· καὶ τὰ ὅμοια. 9Ὑγίεια9: Παρὰ τὸ ὑγιὴς, ὑγίεια· οἱ δὲ Ἀθηναῖοι ἐκτείνον-τες τὸ α, καὶ καταβιβάζοντες τὸν τόνον, φυλάττουσι τὴν αὐτὴν γραφήν· τοῦτο δὲ τὸ ὑγίεια κατὰ κρᾶσιν τοῦ ι καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον γίνεται ὑγεῖα, ὥσπερ Ἀπολλω νίεια, Ἀπολλωνεῖα. 9Ὑλεῖον9: ει δίφθογγος τὸ τέμενος, ἡ παράδοσις. 9Ὑεία9: ει δίφθογγος· μετουσιαστικὸν γάρ· εἴρηται δὲ καὶ ὑεικὸν δέρμα, καὶ γαστὴρ ὑεία. 9Ὑποδεῖται9: ει δίφθογγος, ἀντὶ τοῦ ὑποδεσμεῖται καὶ τοῦ ὑποδεσμεύεται μᾶλλον. 9Ὑπισχνοῦμαι9: ∆ιὰ τοῦ ι, κατὰ παράδοσιν. 9Ὑττήνιοσ9: Ὄνομα κύριον. 9Ὑφειμένοσ9: ει δίφθογγος, κατὰ παράδοσιν. 9Ὕαινα· Ὑπαίθριοσ9: Τὸ παι δίφθογγος· τὸ θρι ι, κατὰ παράδοσιν. 9Φιλίων9: Σημαίνει δὲ τὸν προσφιλέστατον, διὰ τοῦ ι γρά φεται· τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, πλὴν τοῦ χερείων καὶ ἀρείων. 9Φασιλίτησ9: Ἀπὸ τοῦ φασίλιος ὀνόματος. 9Φιλιτάσ9: ∆ιὰ τοῦ ι ἀμφότεραι κατὰ παράδοσιν· τὰ γὰρ εἰς ας, εἴτε ὀξύτονα, εἴτε περισπώμενα ἀρσενικὰ, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ξηνᾶς· Μητρᾶς· Γλισᾶς· Κερκιδᾶς· Ἰστᾶς· καὶ Φιλιτάς· πρόσκειται ἀρσενικὰ, διὰ τὸ πελειὰς θηλυκόν. 271
9Φλῖοσ9: Ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ διὰ τοῦ ιος
δισύλλαβα ἀρσενικὰ οὐ θέλουσι διὰ τῆς ει διφθόγ γου γράφεσθαι· Κίος, ἔστιν δὲ