45
Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη υ ςʹ μέχρις ζʹ ἔτους Σερούχ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη υλγʹ μέχρις ληʹ ἔτους Ναχώρ. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη σθʹ, β Ϡπʹ, μέχρις οεʹ ἔτους Σερούχ. 98 Ἐν ταῖς ἡμέραις Φαλὲκ διεμερίσθη ἡ γῆ, δι' ὃ καὶ σημαίνει τὸ Φαλὲκ τῇ Ἑβραίων φωνῇ μερισμός. καὶ οὗτος πρὸ τοῦ πατρὸς τελευτᾷ δεύτερος. κατὰ τοῦτον ἡ πυργοποιία συνέστη, καὶ ἀπὸ μιᾶς τῆς πάλαι διαλέκτου πολυφωνία γέγονε καὶ ἡ καθ' ἕκαστον ἔθνος τῶν γλωσσῶν διαφορά. Μετὰ δὲ τὸν Φαλὲκ Ῥαγαῦ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη σζʹ μέχρις οζʹ ἔτους Ναχώρ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ςʹ μέχρις ναʹ ἔτους Ἀβραάμ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ριθʹ μέχρις οζʹ ἔτους Ἀβραάμ. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη ρλεʹ μέχρις λεʹ ἔτους Ἰσαάκ. Ἀβραὰμ ἔτος αʹ. οὗτος ἦν ὁ τοῦ Ἰουδαίων ἔθνους προπάτωρ. κατὰ τοῦ τον Ἀσσυρίας καὶ τῆς Ἀσίας πάσης ἐβασίλευσε Νίνος καὶ Σεμίραμις. ὁμοῦ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ. ἦν δὲ τὰ ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη βσμβʹ. Τὰ πάντα συνάγεται ἔτη γρπδʹ. Εὐσεβίου Κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις τοῦ νʹ ἔτους Ἰακώβ. Ἀρφαξὰδ γενόμενος ἐτῶν λεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρις μηʹ ἔτους Ἰσαάκ. Σαλὰ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρις ιηʹ ἔτους Ἰακώβ. Ἕβερ γενόμενος ἐτῶν λδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη υλʹ μέχρις οθʹ ἔτους Ἰακώβ. Φαλὲκ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη σθʹ μέχρις μηʹ ἔτους Ἀβραάμ. Ῥαγαῦ γενόμενος ἐτῶν λβʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη οζʹ μέχρις οηʹ Ἀβραάμ. 99 Σεροὺχ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ςʹ μέχρι πρώτου ἔτους Ἰσαάκ. Ναχὼρ γενόμενος ἐτῶν κθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ριθʹ μέχρις μθʹ ἔτους Ἀβραάμ. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη ρλεʹ μέχρις λεʹ ἔτους Ἰσαάκ. Ἀβραὰμ ἔτος αʹ. ὁμοῦ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ς ζβʹ, τὰ δὲ πάντα ἀπὸ Ἀδὰμ ἔτη α Ϡμηʹ. διαφωνεῖ πρὸς τὴν τῶν οʹ ἑρμηνείαν ἔτεσι ασλεʹ. Εὐσεβίου Κατὰ δὲ τὸ Σαμαρειτῶν Ἑβραϊκὸν Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη τγʹ μέχρις λθʹ ἔτους Φαλέκ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη τγʹ μέχρις λθʹ ἔτους Ῥαγαῦ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη σοʹ μέχρις ρμʹ ἔτους Ῥαγαῦ. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη ρθʹ μέχρις ρθʹ ἔτους Ῥαγαῦ. Ῥαγαῦ γενόμενος ἐτῶν ρλβʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη σζʹ μέχρις οζʹ ἔτους Ναχώρ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ρʹ μέχρις καʹ ἔτους Ἀβραάμ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ξθʹ μέχρις ξθʹ ἔτους Θάρα. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη οεʹ μέχρις οεʹ ἔτους Ἀβραάμ. Ἀβραὰμ ἔτος αʹ. ὁμοῦ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ αʹ ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ, ὁπόσα ἦν καὶ κατὰ τὴν τῶν οʹ ἑρμηνείαν. Συνᾴδει τοίνυν τῇ παρ' ἡμῶν ἀναγνώσει ἡ παρὰ Σαμαρείταις φερομένη Ἑβραϊκὴ γραφὴ κατὰ τὰς πρώτας τῶν ἐτῶν ἀποδόσεις τὰς πρὸ τῆς παιδο 100 ποιίας. διαφωνεῖ δὲ πρὸς τὸ Ἰουδαίων Ἑβραϊκὸν ἔτεσι χνʹ. ἦν γὰρ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ κατὰ τὴν τῶν Ἰουδαίων γραφὴν ἔτη ς ζβʹ. Ἐπεὶ τοίνυν φαίνονται κατὰ τὸ παλαιότατον Ἑβραϊκόν, ὃ δὴ παρὰ Σα μαρείταις ἔτι καὶ νῦν σῴζεται, τῇ τῶν οʹ ἑρμηνείᾳ συμφώνως οἱ ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ Ἀβραὰμ μετὰ τὰς προκειμένας τῶν ἐτῶν ἑκατον τάδας καὶ τὸν ἐπὶ τούτοις ἀριθμὸν παῖδας ποιησάμενοι, ποῖος ἐρεῖ λόγος τοὺς τούτων πρεσβυτέρους, καίπερ ἔτεσι πολὺ πλείοσι