45
ἐδόκει μὲν οὖν τῷ τῆς βασιλίδος υἱῷ βασιλεῖ τῷ νέῳ καὶ τοῦτο δεινὸν, τὸ καὶ αὐτὸν δεσπότην χεῖρα βιαίαν ἐπενεγκεῖν τῇ μητρί. εἰ γὰρ καὶ ἀδελφοῦ γαμετὴ, ἀλλὰ τῷ βασιλικῷ νόμῳ καὶ δεσπότις ἦν αὐτοῦ· τὸ δὲ καὶ ἑτέροις ἐπιτρέψαι τὸ ἔργον οὐδενὸς ἐνομίσθη δεύτερον εἰς ὕβρεως ὑπερβολήν. ἀλλὰ ταῦτα μὲν ὕστερον. βασιλεὺς δ' ὁ πρεσβύτερος ὡς ἀπηλλάγη τῶν περὶ τῆς ἑσπέρας φροντίδων, τὸν Καλοχαιρέτην μεταπεμψάμενος, ἐζήτει τε τὰ γράμματα τοῦ ἐγγόνου καὶ εἴ τι διὰ στόματος ἔχει λέγειν, ἐκέλευεν ἀπαγγέλλειν. ὁ δ' ἔλεγε μήτε γράμματα μήτε λόγους τοῦ νέου βασιλέως κομίζειν, ἀλλὰ τῶν αὐτῷ συνόντων συγκλητικῶν καὶ τῶν ἄλλων ἡγεμόνων τῆς στρατιᾶς· ἐπεδίδου δὲ ἅμα καὶ τὸ βιβλίον. διελθὼν δὲ ὁ βασιλεὺς τὰ ἐγγεγραμμένα, καὶ ἅμα καὶ τὰς ὑπογραφὰς ἰδὼν, «ἐκεῖνοι μὲν» εἶπεν «ἀπειλοῦσιν ἐμοὶ ὅσα δὴ βούλονται, ἐγὼ δ' ἀνθ' ὧν τολμῶσι δίκας τίσουσί φημι τὰς ἐσχάτας.» «οὐκ ἀπειλοῦσιν,» εἶπεν «ὦ βασιλεῦ,» ὁ Καλοχαιρέτης «ἀλλὰ δέονται πρῶτον· ἂν δ' ἐφ' οἷς ἱκετεύουσι μὴ εἰσακούωνται, τὰ μέλλοντα συμβήσεσθαι ἀπαγγέλλου 1.131 σι. καὶ ἐγὼ δὲ αὐτὸς καὶ δέομαί σου καὶ συμβουλεύω, κράτιστε βασιλεῦ, μὴ περιϊδεῖν αὐτῶν τὴν ἱκετείαν· ἀλλ' ἀσπάσασθαι τὴν εἰρήνην, οὐ μόνον τῷ ὑπηκόῳ λυσιτελοῦσαν, ἀλλὰ καὶ σοὶ, καὶ μὴ παρὰ πάντων κακῶς ἀκούειν τὰ μέγιστα συναιρομένην. ὅτε γὰρ ὁ σὸς ἔγγονος βασιλεὺς ὁ νέος σου τὸ πρῶτον ἀποστὰς εἰς Ἀδριανούπολιν ἀφῖκτο, οἱ μὲν αὐτῷ τὰς αἰτίας ἀνετίθεσαν τῆς ἀποστασίας, ἕτεροι δὲ σοί· καὶ ἦν τοῖς ἀνθρώποις ἀμφίβολος ἡ περὶ τούτων γνῶσις. ὡς δ' ἐπιστρατεύσαντος ἐκείνου, σύ τε ἐμνήσθης εἰρήνης, ἐκεῖνός τε ἄσμενος προσεδέχετο μηδὲν μελλήσας, καὶ ἐγεγέννηντο αἱ σπονδαὶ, πάντες μὲν ἐπῄνεσαν ὑμᾶς τῆς τε εὐβουλίας καὶ τῆς πρὸς τὰ βελτίω μεταβολῆς· ἑορτῆς δὲ ἡμέραν ἦγον τὴν ἡμέραν ἐκείνην, τῶν ἐκ τοῦ ἐμφυλίου κακῶν πολέμου νομίσαντες ἀπηλλάχθαι. νῦν δ' ὅτε βασιλεὺς ὁ σὸς ἔγγονος τὴν ἀποτεταγμένην αὐτῷ τῆς ἀρχῆς μοῖραν περιϊὼν, τήν τε στρατιὰν ἠξίωσε προνοίας οὐ τῆς τυχούσης, καὶ τὰ πεπονηκότα τῷ χρόνῳ τείχη τῶν πόλεων ἐπέταξεν ἀνακτᾶσθαι, καὶ τῆς πολιτικῆς εὐνομίας καὶ τῆς ὅλης τῶν πραγμάτων ἐπιδόσεως, ὅσον ἐξῆν, ἐπεμελήθη, αὖθις ἐξαίφνης ὁ πόλεμος ἀνεῤῥάγη, μηδεμίαν μήτ' ἐκείνου μήτε τῶν συνόντων αἰτίαν παρασχομένων. ὥστ' ἐκείνῳ μὲν συμβήσεται καὶ ἐπὶ τοῖς προτέροις αἰτίας πάσης ἀπολελύσθαι, καὶ τῶν νῦν ἕνεκα ἐπαινεῖσθαι ὡς ἀμυνομένῳ καὶ οὐ κατάρχοντι πολέμου, καὶ τὴν παρὰ πάντων εὔνοιαν καρ 1.132 ποῦσθαι ὡς ἀδικουμένῳ συναλγούντων· σὲ δ' ἁπάσαις ψήφοις καὶ νῦν καὶ πρότερον ἁλίσκεσθαι ἀδικοῦντα. ἐννόησον οὖν ἡλίκη τῶν συμβησομένων κακῶν καὶ πρὸς θεοῦ τίσις καὶ πρὸς ἀνθρώπων ἕψεται μέμψις. διὸ δὴ καὶ αὖθίς σου δέομαι, βασιλεῦ, καὶ τῶν ὑπηκόων ἔλεον σχόντα καὶ τοῦ βασιλέως τε καὶ παιδὸς καὶ αὐτοῦ δὲ σοῦ, οὕτω παρὰ Ῥωμαίοις πᾶσιν ἐπαινουμένου καὶ ὥς τινος τῶν κρειττόνων θαυμαζομένου, τὸν πόλεμον καταλῦσαι, προσδεξάμενον τὴν εἰρήνην· καὶ μὴ περιϊδεῖν τὸ μὲν ὑπήκοον ὑπὸ τοῦ πολέμου διαφθαρὲν, τὸν δὲ σὸν ἔγγονον καὶ βασιλέα ἢ νικήσαντα πάσης ἥττης αἰσχίω νικῆσαι νίκην, πατέρα γὰρ νικήσει, ἢ ἡττηθέντα ἀδίκως τε ὁμοῦ καὶ παρὰ πατρὸς ἀποθανεῖν, τό, τε σὸν ὄνομα τὸ παρὰ πάντων ᾀδόμενον σὺν εὐφημίᾳ, διαβαλλόμενον ἐξ ἀντιστρόφου.» Τοιαῦτα εἰπὼν ὁ Καλοχαιρέτης, καὶ πρὸς τὰς ἐκ βασιλέως καὶ τῶν παρόντων πεύσεις καὶ ἀντιθέσεις συνετῶς ἄγαν τὰς ἀποκρίσεις ἀνθυπενεγκὼν, τελευταῖον ἑαυτὸν πρὸς τοὺς βασιλέως κατακλίνας πόδας, ἐδεῖτο μεθ' ὅσης σπουδῆς μὴ ἀπώσασθαι τὴν εἰρήνην, μηδὲ τὸν ἐξ ἀρχῆς ἀνθρωποκτόνον καὶ φθονερὸν, ἀλλὰ τὸν εἰρηνοποιὸν Χριστὸν, τὸν τὰ διεστῶτα συνάψαντα, σχεῖν τὸ πλέον. ἀναστήσας δὲ αὐτὸν ὁ βασιλεὺς καὶ εὐχαριστεῖν εἰπὼν, «ὅτι ἐλθὼν ἐδίδαξας ἡμᾶς ἀρκούντως», τοῖς ἀπεσταλκόσιν ἐκέλευεν ἀπαγγέλλειν, ὡς ἀσύνετα διαπρεσβευομένοις οὐδ' αὐτὸς ἂν ἀπόκρισιν δοίη· ἀποκρινεῖται δ' αὖθις, ἂν καὶ αὐτοὶ πρεσβεύσωνται συνετῶς. 1.133 οὕτω μὲν ὁ Καλοχαιρέτης ἄπρακτος ἀπῆλθεν ἐκ Βυζαντίου. ὁ δέ γε βασιλεὺς ὁ νέος ἄρας ἐκ