45
ἀπήγξατο. ̓Αριθμήσας δὲ τοὺς μετ' αὐτοῦ ὁ ∆αβὶδ τετρακισχιλίους ευρε. καὶ εἰς τρεῖς διεῖλε μοίρας τὴν στρατιάν, ἑκάστῃ τε ἐπέστησε στρατηγόν· αὐτὸς δὲ συνεκστρατεῦσαι παρὰ τῶν φίλων οὐ συγκεχώρητο, λεγόντων ὡς εἰ μετ' αὐτοῦ τραπεῖεν, πάσης ἐλπίδος ἐκπίπτουσιν, αὐτοῦ δὲ σωζομένου ετι σφίσιν ἐλπὶς περιλέλειπται. επεμψεν ουν τὸν λαὸν αὐτοῦ μαχησόμενον, καὶ παρεκάλει φείσασθαι τοῦ ̓Αβεσαλώμ, εἰ 1.113 νικήσειαν. μάχης δὲ συρραγείσης κρατοῦσιν οἱ τοῦ ∆αβίδ, καὶ τὸν ̓Αβεσαλὼμ ἐδίωκον φεύγοντα. φερόμενος δ' ἐφ' ἡμιόνου, καὶ εἰς δρυμὸν εἰσελθών, δρυῒ μεγάλῃ τῆς τριχὸς αὐτοῦ ἐμπλακείσης, ετρεφε γὰρ τὴν κόμην σφόδρα πολλήν, ἀπῃώρητο τῆς δρυός· ἡ δ' ἡμίονος παρελήλυθε. καί τις ἀνηρτημένον ουτω τὸν ̓Αβεσαλὼμ θεασάμενος καταμηνύει τῷ ̓Ιωάβ. ὁ δὲ βέλεσιν αὐτὸν τρισὶ κατὰ τῆς καρδίας βαλὼν ἐθανάτωσε, καὶ τὸν τὴν νίκην ἀπαγγελοῦντα τῷ βασιλεῖ ἐξαπέστειλε. μηνυθείσης δὲ τῆς νίκης αὐτῷ, εἰ ζῇ ὁ υἱὸς ἐπυνθάνετο· ἀκούσας δὲ τεθνάναι αὐτόν, ἀπωδύρετο. ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ὁ ̓Ιωὰβ επεισεν οις ειπε παύσασθαι τοῦ θρηνεῖν· παυσάμενός τε καὶ τοῖς στρατιώταις ἐμφανισθεὶς ἐπῄνεσεν αὐτούς. πάντες δ' ὡς πρὶν αὐτῷ ὑπετάγησαν. καὶ ἀπῆλθεν εἰς ̔Ιεροσόλυμα· ἀπιόντι δὲ συνήντησε Σεμεεὶ συγγνώμην αἰτῶν ἐφ' οισπερ ἡμάρτηκεν. ὁ δὲ κἀκείνῳ τὴν ἁμαρτίαν ωμοσεν ἀφιέναι καὶ πᾶσι τοῖς εἰς αὐτὸν πλημμελήσασιν. ἀπήντησε δὲ καὶ Μεμφιβοσθέ. καὶ ὁ βασιλεὺς τί δή ποτε μὴ τῆς φυγῆς αὐτῷ κεκοινώνηκεν ηρετο. ὁ δὲ τούτου τὸν Σιβὰ αἰτιώτατον ελεγε, μὴ ἑτοιμάσαντά οἱ τὰ πρὸς τὴν εξοδον· αὐτὸν δὲ τὰς βάσεις οντα βεβλαμμένον μὴ οιόν τ' ειναι συνέπεσθαι· τὸν δὲ καὶ προσδιαβαλεῖν αὐτὸν κακούργως καὶ καταψεύσασθαι. πρὸς ταῦτα ∆αβὶδ καὶ συγγνώμην αὐτῷ παρεῖχε καὶ τὰ ἡμίση τῆς ὑποστάσεως αὐτῷ ἀποκαταστῆναι ἐκέλευσε. Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς ὁ λαὸς ̓Ισραήλ, αἰτιώμενοι τὴν ̓Ιούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ 1.114 δεῖν κακίζειν αὐτοὺς ελεγον διὰ τοῦτο, οἰκείους οντας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς ὁ λόγος ουτος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώδης καὶ πονηρός, Σαβεὲ κεκλημένος, "οὐκ εστι μερὶς ἡμῖν ἐν ∆αβὶδ οὐδὲ κληρονομία ἐν τῷ υἱῷ ̓Ιεσσαί" ἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ ∆αβίδ, μόνης τῆς ̓Ιούδα φυλῆς παραμεινάσης αὐτῷ. ὁ βασιλεὺς δὲ στρατηγὸν τὸν ̓Αμεσὰ προβαλόμενος συλλέξαι στρατιὰν ἐκ τῆς ̓Ιούδα φυλῆς ἐξαπέστειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονίζοντος δὲ τοῦ ̓Αμεσά, τῷ ̓Ιωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σαβεέ, "ινα μὴ ὑπερτιθεμένων ἡμῶν" φησι "μᾶλλον ὁ ἐχθρὸς παρασκευασθῇ." καὶ αὐτίκα ὁ ̓Ιωὰβ ἐχώρει πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ ̓Αμεσά· καὶ ̓Ιωάβ, προσιόντος αὐτῷ τοῦ ̓Αμεσά, τὸ ξίφος ο περιέζωστο πεποίηκε τοῦ κουλεοῦ ἐκπεσεῖν, καὶ ηρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπάσασθαι προσεγγίσας τῷ ̓Αμεσὰ ωσε κατὰ τῆς γαστρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλαβόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίωκεν· ὁ δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν ὁ ̓Ιωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν "ινα τί καταβαλεῖν ἐθέλεις μητρόπολιν ̓Ισραήλ;" ὁ δέ "διὰ τὸν Σαβεέ" ἀπεκρίνατο. ἡ δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ στρατόπεδον. καὶ τούτου γεγονότος ὁ ̓Ιωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς ̔Ιερουσαλήμ, καὶ ἀπεδείχθη πάλιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος. ̓Εγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ετη τρία ἐπίεζε τὸν λαόν. ζητήσαντος δὲ τοῦ βασιλέως περὶ 1.115 τούτου, δεδήλωκεν ὁ θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθ' ων ὁ Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ ̓Ιησοῦ καὶ τῆς γερουσίας γεγονότας ορκους αὐτοῖς. ἐκάλεσεν ουν τοὺς Γαβαωνίτας ὁ βασιλεύς, καὶ τί αν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξίλασμα· οἱ δὲ ἑπτὰ ανδρας ῃτησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οικου Σαούλ. καὶ εδωκεν αὐτοῖς ὁ βασιλεὺς τοὺς ἑπτὰ