45
αγγελος, καὶ ὁ ἐντὸς καὶ ὁ ἐκτὸς ἡμῶν ανθρωπος. ἰστέον, οτι ὁ ανθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς, καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν· τοῖς δὲ φυτοῖς κατὰ ταῦτα καὶ τὴν θρεπτικὴν ηγουν γεννητικὴν δύναμιν· τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μὲν, ἐκ συμμέτρου δὲ καὶ κατὰ τὴν ορεξιν ηγουν θυμὸν καὶ ἐπιθυμίαν, καὶ κατὰ τὴν αισθησιν, καὶ κατὰ τὴν καθ' ὁρμὴν κίνησιν, ητοι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβατικὸν καὶ ἀναπνευστικόν. ταῦτα γὰρ ἐν ἡμῖν ἐστὶ ποιεῖν *καὶ μὴ ποιεῖν.* συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι, λογιζόμενος καὶ νοῶν καὶ κρίνων εκαστα, καὶ τὰς ἀρετὰς μεταδιώκων. διὸ καὶ μικρὸς κόσμος ὁ ανθρωπος ἐστίν. ̓Ανευθέτου. ἀχρήστου. ̓Ανάπηρον. βεβλαμμένον, μὴ ὑγιῆ. ̓Ανίεροσ. βέβηλος, αἰσχρός. ̓Αννουμῖνοσ. ἀπογραφὴ ὀνομάτων παρὰ ̔Ρωμαίοις. οἱ δὲ ἀδνούμιον φασίν. Ανομοι. οἱ παντελῶς ξένοι τῶν θείων νόμων, οἱ ἀποστατήσαντες αὐτῶν. alpha.176 ̓Ανούτατοσ. ατρωτος. ̓Ανούστατοσ. μωρὸς, ἀσύνετος. ̓Ανόστιμοσ. παρὰ τὸ νόστος. τοῦτο παρὰ τὸ νέω τὸ πορεύομαι· καὶ μετὰ τοῦ στερητικοῦ ˉα ἀνόστιμος. ̓Αντιγραφεύσ. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ωστε ἀντιγράφεσθαι αὐτά. ̓Αντιστρόφουσ. ἀντὶ τοῦ ἰσοστρόφους. ̓Αντίχειρ. ὁ μέγας τῆς χειρὸς δάκτυλος. η οτι ἀντίκειται τοῖς αλλοις, η οτι τὸ ισον δύναται τῇ ολῃ χειρί. ̓Αντίθρονοσ. ὁ ἀντικαθήμενος. καὶ ἀντικαθήμενος ὁ ἀντίθρονος, ὁ ἀντιποιμαίνων. ̓Αντίβιοσ. ὁ ἐναντίος. ̓Αντίθεοσ. ὁ τῷ θεῷ ἀντιπράττων. ̓Αντίδικοσ. παρὰ τῇ θείᾳ γραφῇ ὁ διάβολος, καὶ ἡ ἡμῶν συνείδησις ἡ ἀντικειμένη τῷ κακῷ ἡμῶν θελήματι. κατὰ γὰρ τὸν ̓Απόστολον· ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν εχομεν πρὸς τὸν θεόν. ̓Αντίδικόσ μοι καθέστης, καὶ ἀντίδικός μοι καθέστηκεν. ̓Αντίπαλοσ. ὁ κατὰ πάλον, τουτέστι κλῆρον, ἐναντιούμενος. ̓Αντήρεισ. ἀνθηρμοσμένους. η τὸ εἰς ο ἐπερείδεταί τις. παρὰ τὸ ἐρείδω, ἐρείσω, καὶ ἐξ αὐτοῦ ἀντήρεις. τροπῇ τοῦ ˉε εἰς ˉη, καὶ ἀποβολῇ τοῦ ˉω. οὐχ ευρηται δὲ ἡ εὐθεῖα αὐτοῦ ἐν alpha.177 χρήσει. αἱ δὲ αλλαι πτώσεις ὡς ἀπὸ τῆς ὀξυτόνου μακρᾶς καὶ εἰς ˉιˉς ληγούσης τὴν κλίσιν εχουσιν ἀντηρίδος. ̓Αντυγωτόσ. συνδεδεμένος· ἐπειδὴ αἱ αντυγες καταδέονται. παρὰ τὸ ἀντυγῶ ῥῆμα. ̓Ανύπηνοσ. ἀγένειος. Ανυμφοσ. ὁ μὴ εχων γυναῖκα. ̓Ανυμέναιος δὲ, ἡ μὴ εχουσα ανδρα. ̓Ανυπόδητος, οὐχὶ ἀνυπόδετος λέγεται. ̓Ανυπαίτιοσ. ὁ ἀναίτιος. ̓Ανυπόκριτοσ. ὁ αδολος. ̓Ανυπέρβλητοσ. ὁ προέχων. ̓Ανώλεθροσ. ἀθάνατος. ̓Ανελεήμονασ. τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ελεον. ̓Ανυπόκριτοσ. ὁ μὴ ἐν πλάσματι ἀγαπῶν η περιπατῶν. καὶ ὁ ̓Απόστολος· ἡ ἀγάπη ἀνυπόκριτος· καὶ μὴ πλάσμα ἀγάπης εστω. (Θηλυκόν.) Αναια. χώρα καὶ τόπος ἀντικρὺ Σάμου. ἐκλήθη γὰρ Αναια ἀπὸ γυναικὸς μιᾶς ουσης τῶν ̓Αμαζόνων γυναικῶν. alpha.178 ̓Αναίδεια. παρὰ τὸ ἀναιδής. τοῦτο παρὰ τὸ αἰδῶ, αἰδὴς, ἀαιδὴς καὶ ἀναιδής. ̓Αναβάσεισ. αἱ προκοπαί. οἱ εὐσεβεῖς λογισμοὶ περὶ θεόν. φησὶ γὰρ ὁ ∆αβίδ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. εἰς τὸ ἐναντίον δὲ αἱ καταβάσεις. ̓Αναβολή. ἐνοχή. Αἰλιανός· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο Φαλαρίδι. ̓Αναβολαί. αἱ βραδυτῆτες. λέγεται δὲ καὶ τὰ προοίμια, καὶ αἱ ἀνακρούσεις καὶ αἱ ἀρχαί. ̓Ανάγγελον. μὴ δὲ αγγελον καταλειφθῆναι. ενθα μάχην ετλημεν ἀνάγγελον, αλλος ἐπ' αλλον πίπτοντες-. ̓Αναγκαία τράπεζα. ἡ εὐτελὴς καὶ πενιχρά. Σοφοκλῆς· ω δέσποτ' Αιαν τῆς ἀναγκαίας τύχης. τῆς βίας φησί· τουτέστι τῆς δυστυχίας. ̓Ανάγκη. παρὰ τὸ αγω, αγη, καὶ πλεονασμῷ τοῦ ˉκ ἀνάγκη. η παρὰ τὸ ἀνάσσω, ἡ πάντων ἀνάσσουσα. ̓Ανάγνωσισ. κατὰ φιλοσόφους ἡ τῶν πρώτων μαθημάτων τῆς ψυχῆς ἀναγνώρισις η ἀνάπεισις. ουτως ̔Ηρόδοτος. alpha.179 ̓Αναγωγή. ὁ τῶν νηῶν εκπλους. καὶ γίνεται ἀναγωγὴ τῶν νεῶν. ̓Αναγωγία. ἡ ἀπαιδευσία. -ὁ δὲ δι' ἀναγωγίαν ταῦτα επασχεν. εχων στρατὸν ὑπὸ μέθης καὶ ἀναγωγίας ἠμελημένον καὶ διεφθαρμένον. ̓Ανάζαρβα. πόλις Κιλικίας. ἀπὸ Ζάρβα τοῦ